Ἀπολυτίκιον. Ἦχος γ'. Θείας πίστεως.
Κράτος
ἔνθεον, ἠμφιεσμένος,
ἐκ τῆς χάριτος, τοῦ Κορυφαίου,
Ἀποστόλων ζηλωτὴς ἐχρημάτισας·
καὶ ταῖς ῥοαῖς τῶν αἱμάτων Παγκράτιε,
τὴν ἱερὰν διπλοΐδα ἐφοίνιξας.
Πάτερ Ὅσιε Χριστὸν τὸν Θεὸν ἱκέτευε,
δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Εἰληφὼς
Παγκράτιε, ὡς Ἀποστόλων ὁμόπνους,
τοῦ Ἁγίου Πνεύματος, τὰς μυστικὰς ἐνεργείας,
ἔλαμψας, θεογνωσίαν τοὶς ἐν τῇ Δύσει· ἤλασας,
τῆς ἀθεΐας τὴν σκοτομήνην, καὶ νομίμως ἐναθλήσας,
πρὸς φέγγος ἤρθης, τῆς ἀνεσπέρου ζωῆς.
Μεγαλυνάριον.
Κράτει
Παντοκράτορος κραταιῷ,
δαιμόνων τὸ κράτος, ἐξενεύρισας ἰσχυρῶς
καὶ θαυμάτων κράτει, κρατήσας τῶν ἐν πλάνῃ,
Παγκράτιε ἐν κράτει, Μαρτύρων ἔστεψαι.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου