Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Η' τοῦ αὐτοῦ μηνὸς Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Προκοπίου.
Στίχοι
Ἔοικε Προκόπιος, αὐχένα κλίνων,
Λέγειν, Κοπείτω· τῇ πλάνῃ γὰρ οὐ θύω.
Ὀγδοάτῃ Προκοπίου ἀρηϊθόου κράτα κέρσαν.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Θεοδοσία ἡ μήτηρ τοῦ Ἁγίου Προκοπίου, ξίφει τελειοῦται.
Αἱ ἅγιαι δώδεκα γυναῖκες αἱ Συγκλητικαί ξίφει τελειοῦνται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τοῦ Ἁγίου Μεγαλομάρτυρος. Ἦχος δ'.Ἐν τῇ καμίνῳ ΤΟ ΑΚΟΥΤΕ
Βάρει μολύβδου,τὸν σὸν αὐχένα συντριβόμενος,
μάρτυς οὐκ ᾐσθάνου· φέρειν γὰρ τὸν ζυγόν,
ἐπαυχένιον ἐπόθησας, τὸν ἐλαφρότατον,
τοῦ δι'
οἶκτον ὁμιλήσαντος.
Χάριν ἐξ ὕψους, τῶν ἰαμάτων κομισαμενος,
νόσους ἀπελαύνεις, Μάρτυς καὶ πονηρά,
ἐκβοῶν διώκεις πνεύματα·
Εὐλογητὸς
εἶ ὁ Θεός μου, κραυγάζων καὶ Κύριος.
Τὰς νιφετώδεις, τῶν
δυσμενῶν πληγὰς δεχόμενος,
Μάκαρ καὶ πυρί, φλεγόμενος καρτερῶς,
τὴν ἀσέβειαν κατέφλεξας·
Εὐλογητὸς εἶ ὁ Θεός μου, κραυγάζων, καὶ Κύριος.
Θεοτοκίον
Κόρης ἀφθόρου, ὑπερφυῶς ἀποτίκτεται,
Λόγος ὁ τῷ λόγῳ πάντα δημιουργῶν,
ἀλογίας θέλων ῥύσασθαι,
τοὺς τὴν ἑκούσιον δοξολογοῦντας,
αὐτοῦ συγκατάβασιν.
Πηγή: glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου