«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Παρασκευή 2 Ιουλίου 2021

Τῆς καταθέσεως τῆς Τιμίας Ἐσθῆτος τῆς Ὑπεραγίας ἡμῶν Θεοτόκου καί ἀειπαρθένου Μαρίας στίς Βλαχέρνες.

 


 

Ἀπολυτίκιον Ἦχος πλ. δ’.
Θεοτόκε ἀειπάρθενε, τῶν ἀνθρώπων ἡ σκέπη, 

Ἐσθῆτα καὶ Ζώνην τοῦ ἀχράντου σου σώματος, 

κραταιὰν τῇ πόλει σου περιβολὴν ἐδωρήσω, 

τῷ ἀσπόρῳ τόκῳ σου ἄφθαρτα διαμείναντα, 

ἐπὶ σοὶ γὰρ καὶ φύσις καινοτομεῖται καὶ χρόνος, 

διὸ δυσωποῦμέν σε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, 

καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

 

Ἕτερον Ἀπολυτίκιον Ἦχος γ’. Θείας πίστεως.
Θεῖον ἔνδυμα, τῶν οίκτιρμῶν σου, καὶ ἱμάτιον ἀθανασίας,

 τὴν ἁγίαν σου Ἐσθῆτα καὶ ἄφθαρτον, 

τῇ κληρουχίᾳ σου Κόρη δεδώρησαι,

 εἰς περιποίησιν πάντων καὶ σύναψιν.

 Ὅθεν Ἄχραντε, τὴν θείαν αὐτῆς κατάθεσιν, 

τιμῶντες εὐσεβῶς σὲ μεγαλύνομεν.

 

Κοντάκιον Ἦχος δ’. Ὁ ὑψωθείς.
Περιβολὴν πᾶσι πιστοῖς ἀφθαρσίας, 

θεοχαρίτωτε Ἁγνὴ ἐδωρήσω, 

τὴν Ἱερὰν Ἐσθῆτά σου, μεθ᾽ ἧς τὸ ἱερόν, 

σῶμά σου ἐσκέπασας, σκέπη πάντων ἀνθρώπων, 

 ἧς περ τὴν κατάθεσιν, ἑορτάζομεν πόθῳ, 

καὶ ἐκβοῶμεν φόβῳ σοι σεμνή· 

Χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα.

 

Κάθισμα Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Οἱ τῶν θαυμάτων ποταμοὶ Θεοτόκε, 

ἐκ τῆς πανσέπτου σου σοροῦ προερχόμενοι,

 ὡς ἐξ Ἐδὲμ ποτίζουσι τὸ πρόσωπον τῆς γῆς, 

χάριτας προχέοντες, τοῖς πιστῶς σε τιμῶσιν·

 ὅθεν ἀνυμνοῦμέν σε, καὶ σεπτῶς εὐφημοῦμεν,

 καὶ εὐχαρίστως κράζομεν ἀεί·

 Χαῖρε ἡ μόνη, ἐλπὶς τῶν ὑμνούντων σε.

 

Ὁ Οἶκος
Τὴν καθαρὰν καὶ ἀληθῆ σκηνὴν τοῦ Θεοῦ Λόγου, 

τὴν ἔμψυχον νεφέλην, καὶ στάμνον τὴν τοῦ Μάννα, 

τὴν Θεοτόκον Μαριάμ, πάντες οἱ σωθέντες διὰ τοῦ τόκου αὐτῆς

 ἐν πίστει μακαρίσωμεν, καὶ τὴν σεπτήν, Ἐσθῆτα προσπτυξώμεθα, 

ᾗπερ τὸν Δεσπότην περισχοῦσα, ὡς βρέφος ἐβάστασε φορέσαντα σάρκα, 

δι’ ἧσπερ τῶν βροτῶν ἡ φύσις ἐπήρθη πρὸς μετάρσιον ζωὴν καὶ βασιλείαν· 

ὅθεν γεγηθότες, κραυγάζομεν μεγαλοφώνως·

 Χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα.

 

Μεγαλυνάριον
Τῆς ἀθανασίας τὸν χορηγόν, 

τέξασα Παρθένε, ἠθανάτισας τὸν Ἀδάμ· 

τοῦτο γοῦν δηλοῦσα, ἡ ἄφθαρτος Ἐσθής σου,

 φθορᾶς παθῶν λυτροῦται, τοὺς προσπελάζοντας.

 

Πηγή: ieramonopatia.gr

Δεν υπάρχουν σχόλια: