Κοντάκιον.
Ἦχος πλ.δ΄. Τῇ ὑπερμάχῳ.
Τῇ
ὑπερτίμῳ Θεοτόκε θείᾳ Ζώνῃ σου, μετ᾽ εὐλαβείας προσερχόμενοι
πληρούμεθα, φωτισμοῦ καὶ εὐωδίας ὑπερκοσμίου. Ἀλλ᾽ ὡς πέλαγος Παρθένε
ἀγαθότητος, ἡμᾶς ζῶσον τῇ δυνάμει αὐτῆς Ἄχραντε, τοὺς κραυγάζοντας· Χαῖρε Ζώνη ὑπέρτιμε.
Ὁ Οἰκος.
Ἂγγελοι ἀοράτως, τὴν ἁγίαν σου Ζώνην, ἐν φόβῳ περιέπουσι Κόρη· ἡμεῖς δὲ ὄντες ἐν σαρκί, προσπίπτομεν πρὸς αὐτὴν μετὰ πίστεως, ἁγιασμὸν λαμβάνοντες, καὶ βοῶμεν ἐν εὐλαβείᾳ·
Χαῖρε, ἣ Ζώνη τῆς Θεοτόκου,
χαῖρε, ἣ φαῦσις παντὸς τοῦ κόσμου.
Χαῖρε, τῆς Ἀχράντου Παρθένου διάζωμα,
χαῖρε, Ἐκκλησίας ἁπάσης θησαύρισμα.
Χαῖρε, Ζώνη πολυτίμητε τῆς Ἀνάσσης οὐρανῶν,
χαῖρε, ἄνθος εὐωδέστατον εὐσεβῶν Χριστιανῶν.
Χαῖρε, ὅτι τὸ σῶμα ἔζωσας τῆς Παρθένου,
χαῖρε, ὅτι ἐκλύεις τὴν ἰσχὺν τοῦ δολίου.
Χαῖρε, λαμπὰς τῆς χάριτος πάμφωτος,
χαῖρε, πηγὴ θαυμάτων ἀκένωτος.
Χαῖρε, δι᾽ ἧς οἱ πιστοὶ φωταυγοῦνται,
χαῖρε, δι᾽ ἧς οἱ ἐχθροὶ καταργοῦνται.
Χαῖρε Ζώνη ὑπέρτιμε.
Βλέψον Θεογεννῆτορ, ἐν ὄμματι εὐσπλάγχνῳ, τοὺς πίστει τῇ ἁγίᾳ σου Ζώνη, οἷα ἁγιάσματι σεπτῷ, προσπίπτοντας καὶ αἰτοῦντας τὴν χάριν σου· ἀήττητον γὰρ δύναμιν, δίδως δι᾽ αὐτῆς τοῖς βοῶσιν·
Ἀλληλούϊα.
Γέγονε Θεοτόκε, τῆς τιμίας σου Ζώνης, ἡ μετένεξις τῇ Βυζαντίδι, πηγὴ εὐφροσύνης ἀληθοῦς· τὴν γὰρ Βασιλίδα θᾶττον ἰάσατο, ἡμῖν δὲ χάριν ἀφθονον, ἀεὶ παρέχει τοῖς βοῶσι·
Χαῖρε πηγὴ χαρᾶς αἰωνίου,
χαῖρε κρατὴρ τρυφῆς ψυχοτρόφου.
Χαῖρε ἣν ἣ Πάναγνος Παρθένος διέζωσε,
χαῖρε ἥπερ ἐν Ἄθῳ ὡς φῶς ἐπέλαμψε.
Χαῖρε ὅτι ἐθεράπευσας τὴν βασίλισσαν Ζώην,
χαῖρε ὅτι βλύζεις ἅπασιν εὐφροσύνην νοητήν.
Χαῖρε σειρὰ παναγία τῆς Ἁγνῆς Θεοτόκου,
χαῖρε βέλος πυρφόρον κατ᾽ ἐχθροῦ βροτοκτόνου.
Χαῖρε χαρᾶς αἰτία καὶ πρόξενος,
χαῖρε ψυχῶν λιμὴν ἀκλυδώνιστος.
Χαῖρε Χριστῷ εὐσεβῶς συνδεσμοῦσα,
χαῖρε παθῶν τὰς ὁρμὰς καταργοῦσα
Χαῖρε Ζώνη ὑπέρτιμε.
Δέδωκας τὴν σὴν Ζώνην, τῷ Θωμᾷ Θεοτόκε, πρὸς τὸν Υἱόν σου ἀνερχομένη· καὶ δι’ αὐτοῦ ὡς δῶρον σεπτόν, καὶ ἀγαθῶν καταλέλοιπας πλήρωμα, αὐτὴν ἡμῖν Πανύμνητε, τοῖς σὲ ὑμνοῦσι καὶ βοῶσιν·
Ἀλληλούϊα.
Ἔχει Βατοπαιδίου, ἣ ἁγία Μονή σου, ὡς πλοῦτον ἀναφαίρετον Κόρη, καὶ ὡς στήλην τῆς σῆς ἀρωγῆς, τὴν μυρίπνοον καὶ πάντιμον Ζώνην σου, ἣ εὐλαβῶς προσπίπτουσα, ἐν κατανύξει ταύτῃ κράζει·
Χαῖρε ὁ πλοῦτος τῆς ἀφθαρσίας,
χαῖρε ἣ στήλη τῆς συμπαθείας.
Χαῖρε χορηγὲ ἀγαθῶν ἀνεξάντλητε,
χαῖρε ἑδρασμὲ Μοναστῶν ἀδιάσειστε.
Χαῖρε Ζώνη πανυπέρτιμε τῶν Ἀγγέλων χαρμονῆ,
χαῖρε Μοναζόντων στήριγμα καὶ δεινῶν ἀποτροπή.
Χαῖρε Βατοπαιδίου τὸ πολύτιμον γέρας,
χαῖρε τῶν εὐσεβούντων ὑμνῳδία καὶ κέρας.
Χαῖρε ὀσμὴν οὐράνιον πνέουσα,
χαῖρε ἰσχὺν ἀήττητον νέμουσα.
Χαῖρε δι᾽ ἧς Μονασταὶ χραταιοῦνται,
Χαῖρε δι᾽ ἣς δυσμενεῖς καταργοῦνται.
Χαῖρε Ζώνη ὑπέρτιμε.
Ζωηφόρον ἣ θήκη, τῆς παντίμου σου Ζώνης, παρέχει εὐωδίαν Παρθένε, καὶ δυσωδίαν τὴν τῶν παθῶν, ἀπελαύνει ἀεὶ ἐκ τῶν ψυχῶν ἡμῶν· διὸ τὰ μεγαλεῖά σου, θαυμάζοντες ἀναβοῶμεν·
Ἀλληλούϊα.
Ἡ ἁγία σου Ζώνη, Παναγία Παρθένε, ὡς φῶς ἐκλάμπτει ἐν Ὄρει Ἄθω, καὶ λαμπηδόνας χρυσοειδεῖς, πανταχοῦ ἀπαστράπτει τῆς σῆς χάριτος· διὸ ταύτης τὰ θαύματα, γεραίροντες πίστει βοῶμεν·
Χαῖρε θαυμάτων ἣ χορηγία,
χαῖρε χαρίτων λαμπαδουχία.
Χαῖρε κειμηλίων κειμήλιον ἅγιον,
χαῖρε καρδιῶν θεοφρόνων λαμπάδιον.
Χαῖρε Ζώνη ἣν ἐφόρεσεν ἣ Πανάχραντος ἐν γῇ,
χαῖρε πᾶσιν ἣ παρέχουσα χάριν καὶ πολλὴν ἰσχύν.
Χαῖρε ὅτι ἐκφαίνεις τῆς Παρθένου τὴν δόξαν,
χαῖρε ὅτι ἐκτρέπεις τῶν δαιμόνων τὰ τόξα.
Χαῖρε πολλὰς ἰάσεις βλυστάνουσα,
χαῖρε ψυχὰς παθῶν ἀπαλλάττουσα.
Χαῖρε πιστῶν ἀγαλλίαμα θεῖον,
χαῖρε σεπτὸν εὐσπλαγχνίας ταμεῖον.
Χαῖρε Ζώνη ὑπέρτιμε.
Θεοδώρητον δῶρον, καὶ οὐράνιον ὄλβον, κατέχοντες τὴν Ζώνην σου Κόρη, περιζωννύμεθα δι᾽ αὐτῆς, κατὰ παθῶν ἀπροσμάχητον δύναμιν· χάριν γὰρ καὶ ἔλεος, ἀεὶ βραβεύει τοῖς ἐκβοῶσιν·
Ἀλληλούϊα.
Ἴαμα ἀναβλύζει, ἣ ἁγία σου Ζώνη, κατὰ ψυχὴν καὶ σῶμα Κόρη, καθάπερ δρόσον ἑἕξαρινήν, ὡς φησὶν ὁ Ἡσαΐας Πανάχραντε, καὶ γλυκασμὸν οὐράνιον, τοῖς εὐλαβῶς ταύτῃ βοῶσι·
Χαῖρε πηγὴ ἀύλων ναμάτων,
χαῖρε ροὴ πολλῶν χαρισιμάτων.
Χαῖρε τῆς Πανάγνου ἣ Ζώνη ἣ πάντιμος,
χαῖρε Ἐκκλησίας χαρὰ ἣ οὐράνιος.
Χαῖρε ἅγιον θησαύρισμα δόσεων πνευματικῶν,
χαῖρε ἔνδοξον στεφάνωμα εὐσεβῶν Χριστιανῶν.
Χαῖρε Βατοπαιδίου ἀῤῥαγέστατον τεῖχος,
χαῖρε παντὸς τοῦ κόσμου πύργος θείας ἰσχύος.
Χαῖρε σεπτὸν τῆς Παρθένου ζώνιον,
χαῖρε ἡμῶν θεόσδοτον ὥνιον.
Χαῖρε τῆς μόνης Παρθένου ἣ Ζώνη,
χαῖρε πιστῶν θεοβράβευτος ῥώμη.
Χαῖρε Ζώνη ὑπέρτιμε.
Κέκτηται ἣ Μονή σου, ἣ τοῦ Βατοπαιδίου, ὡς ἔνθεον θησαύρισμα Κόρη, τὴν σὴν Ζώνην τὴν θαυμαστήν, καὶ τοῖς θαυμασίοις αὐτῆς σεμνύνεται, καὶ χαριστηρίους ὕμνους σοι, προσάδει ἀναβοῶσα·
Ἀλληλούϊα.
Λάμπον φῶς καθωρᾶτο, τῇ ἁγίᾳ σου Ζώνῃ, ἡνίκα μετήνεκται ἐν Θήρᾳ· ἔνθεν ἐν εὐλαβείᾳ πολλῇ τῇ Μονῇ σου ταύτην μετακόμισαν, ὑμνοῦντές σου τὴν πρόνοιαν, καὶ βοῶντες ἕν εὐφροσύνῃ.
Χαῖρε ἣ Ζώνη τῆς Θεοτόκου,
χαῖρε ἣ δόξα Βατοπαιδίου.
Χαῖρε ἣν ἣ χάρις σκιάζει τοῦ Πνεύματος,
χαῖρε ἣν γεραίρει λαὸς ὁ Χριστώνυμος.
Χαῖρε συστοιχία πάντιμος οὐρανίων δωρεῶν,
χαῖρε ὑμνῳδία ἄπαυστος Μοναστῶν καὶ Ἀσκητῶν.
Χαῖρε ὅτι πηγάζεις ἰαμάτων τὰ ῥεῖθρα,
χαῖρε ὅτι σβεννύεις παθημάτων τὴν φλόγα.
Χαῖρε σεπτὸν τῆς Ἁγνῆς διάζωσμα,
χαῖρε πιστῶν ἁπάντων διάσωσμα.
Χαῖρε φωτὸς ἀπαστράπτουσα αἴγλην,
χαῖρε παθῶν καταπαύουσα λύμην.
Χαῖρε Ζώνη ὑπέρτιμε.
Μεγαλύνομεν πάντες, τὰ πολλὰ μεγαλεῖα, τῆς πρὸς ἡμᾶς σου κηδεμονίας, καὶ τὴν Ζώνην σου τὴν ἱεράν, περικυκλοῦντες ἐν πίστει Πανύμνητε, ἁγιασμοῦ πληρούμεθα, καὶ τῷ Υἱῷ σου ἐκβοῶμεν·
Ἀλληλούϊα
Νοητὴν ὡς νεφέλην, τὴν ἁγίαν σου Ζώνην, ἐφάπλωσον ἡμῖν Θεοτόκε, καὶ πλήρωσον ἡμῶν τὰς ψυχάς, ἁγιασμοῦ καὶ θείας κατανύξεως· πρὸς σὲ γὰρ καταφεύγομεν, καὶ τῇ Ζώνῃ σου ἐκβοῶμεν·
Χαῖρε ἑστία χάριτος θείας,
χαῖρε ἣ βρύσις τῆς συμπαθείας.
Χαῖρε δωρεῶν θεοσδότων θησαύρισμα,
χαῖρε τῆς Ἁγνῆς Θεοτόκου διάζωσμα.
Χαῖρε ἀσφαλείας σύνδεσμος καὶ εἰρήνης χορηγός,
χαῖρε στήριγμα στεῤῥότατον εὐσεβῶν καὶ γλυκασμός.
Χαῖρε ὅτι ἐκλάμπεις τῶν θαυμάτων ἀκτῖνας,
χαῖρε ὅτι σκεδάζεις χαλεπὰς ἀσθενείας.
Χαῖρε αὐγὴ Θεοῦ ἀγαθότητος,
χαῖρε ἀλκὴ ἡμῶν θεοδώρητος.
Χαῖρε χαρὰν ἀληθῆ χορηγοῦσα,
χαῖρε φθορὰν ψυχικὴν θανατοῦσα.
Χαῖρε Ζώνη ὑπέρτιμε.
Ξένα τὰ θαυματά σου, ὦ ὑπέρτιμε Ζώνη, τῆς παντοβασιλίσσης Παρθένου· καὶ ἀσθενείας λοιμικῆς, τὴν Κωνσταντινούπολιν ἡλευθέρωσας, εἰς θαυμασμὸν καὶ ἔκπληξιν, τῶν βοώντων ἐν κατανύξει·
Ἀλληλούϊα.
Ὅρμος χειμαζομένων, ἣ ἁγία σου Ζώνη, ἐδείχθη Θεοτόκε Παρθένε· ἣ γὰρ χάρις σου ἡ ἐν αὐτῇ, ἐνεργεῖ τοῖς προσιοῦσι τὰ θαύματα· διὸ ταύτῃ προσπίπτοντες, ἀναβοῶμεν μετὰ πόθου·
Χαῖρε σορὸς καλῶν οὐρανίων,
χαῖρε κρουνὸς θαυμάτων ποικίλων.
Χαῖρε πρὸς ἡμᾶς τῆς Παρθένου ἐπίσκεψις
χαῖρε θλιβομένων ψυχῶν ἡ ἀντίληψις.
Χαῖρε θεῖον ἐνδιαίτημα ἐνεργείας θεϊκῆς,
χαῖρε ἅγιον θησαύρισμα χάριτος Παρθενικῆς.
Χαῖρε ὅτι χολέρας τὸ Βυζάντιον σώζεις,
χαῖρε ὅτι τοῖς πᾶσιν ἀρωγὴν θᾶττον νέμεις.
Χαῖρε παθῶν σβεννύουσα ἄνθρακας,
χαῖρε ὑμᾶς εὐφραίνουσα ἅπαντας.
Χαῖρε πολλῶν δωρεῶν πρυτανεῖον,
χαῖρε σεπτὸν θείας δόξης ταμεῖον.
Χαῖρε Ζώνη ὑπέρτιμε.
Πλήοης δόξης ἁγίας, τῆς σῆς Ζώνης ὁρᾶται, ἣ θήκη ἀληθῶς ἡ ἁγία, Θεοτόκε Παρθένε Ἁγνή, καταπλήττουσα ἡμῶν τὴν διάνοιαν· ὀσμὴν γὰρ ὑπερκόσμιον, διαπνέει τοῖς ἐκβοῶσιν·
Ἀλληλούϊα.
Ῥάβδος θείας ἰσχύος, ἣ σὴ Ζώνη ἐδόθη, ἡμῖν ἣ θαυμαστὴ Θεομῆτορ· τῇ νοητῇ γὰρ αὐτῆς ῥοπῆ, ἐκ παντὸς κινδύνου ἀπαλλαττόμεθα, καὶ χάριτος πληρούμεθα, ἐκβοῶντες ἐν εὐλαβείᾳ·
Χαῖρε δοχεῖον ὀσμῆς ἁγίας,
χαῖρε διάδημα ἀφθαρσίας.
Χαῖρε Μοναζόντων σεμνὸν καταφύγιον,
χαῖρε τῶν ἐν Ἄθῳ δόμα ὑπερύμνητον.
Χαῖρε πάντιμον ἁγίασμα τῆς Παρθένου καὶ Ἁγνῆς,
χαῖρε δώρημα παντέλειον ὄντως πρὸς ἡμᾶς αὐτῆς.
Χαῖρε Βατοπαιδίου ἀληθὴς εὐφροσύνη,
χαῖρε πάσης καρδίας εὐσεβοῦς χαρμοσύνη.
Χαῖρε ὀσμὴ ἀνθέων τῆς χάριτος,
χαῖρε πνοὴ τῆς ἄνω τερπνότητος.
Χαῖρε φιάλη ἀρωμάτων θείων,
χαῖρε ὑμνῳδία θεία Ἁγίων.
Χαῖρε Ζώνη ὑπέρτιμε.
Σκέπην καὶ προστασίαν, καὶ βοήθειαν θείαν, καρπούμενοι ἀεὶ Παναγία, ἔκ τῆς μυριπνόου Ζώνης σου, μετὰ πίστεως ταύτῃ προσερχόμεθα, καὶ εὐλαβῶς προσπίπτοντες, τῷ ἐκ σοῦ τεχθέντι βοῶμεν·
Ἀλληλουΐα.
Τῆς ἁγίας σου Ζώνης, χάριτι Θεοτόκε, περίζωσον ἡμᾶς δυναστείαν, κατὰ τοῦ ἀρχεκάκου ἐχθροῦ, ὠρυομένου καθ᾽ ἡμῶν ὡς λέοντος, ὡς ἂν περιγενώμεθα, τῆς τούτου κακίας βοῶντες·
Χαῖρε ζωστὴρ τῆς Ἁγνῆς Παρθένου,
χαῖρε κρατὴρ ἰσχύος Κυρίου.
Χαῖρε ἡμᾶς ἣ συνδεσμοῦσα καὶ σώζουσα,
χαῖρε τῶν παθῶν τοὺς συνδέσμους ἣ λύουσα.
Χαῖρε ζῶσμα τιμαλφέστατον τῆς τεκούσης τὸν Χριστόν,
χαῖρε δόμα ἱερώτατον πρὸς τὸν εὐσεβῆ λαόν.
Χαῖρε ἣ χορηγοῦσα ἡμῖν δύναμιν θείαν,
χαῖρε ἡ ἀναιροῦσα τοῦ ἐχθροῦ τὴν μανίαν.
Χαῖρε ὦ Ζώνη τῆς Θεομήτορος,
χαῖρε ὦ κλέος ἡμῶν καὶ σύνδεσμος.
Χαῖρε Χριστοῦ Ἐκκλησίας ὁ κόσμος,
χαῖρε λαοῦ Ὀρθοδόξου τὸ σθένος.
Χαῖρε Ζώνη ὑπέρτιμε.
Ὓμνοις χαριστηρίοις, πανυπέρτιμε Ζώνη, τῆς τεκούσης τὸν πάντων Κτίστην, ἀνυμνοῦμεν τὴν σὴν χάριν ἀεί, ἀπολαύοντες τῶν πολλῶν θαυμάτων σου, καὶ τὴν Ἁγνὴν Παντάνασσαν, δοξάζομεν Χριστῷ βοῶντες·
Ἀλληλούϊα.
Φωτοδόχον λαμπάδα, τὴν ἁγίαν σου Ζώνην, Βατοπαιδίου σχοῦσα ἣ Μάνδρα, λαμπρύνεται Παρθένε ἀεί, καὶ τὴν πρὸς αὐτὴν δοξάζει σου πρόνοιαν· ὅτι ταύτῃ δεδώρησαι, τὴν Ζώνην σου πιστῶς βοώσῃ·
Χαῖρε ἣ Ζώνη τῆς θεοτόκου,
χαῖρε λυχνία φωτὸς τριφώτου.
Χαῖρε διεστώτων ἣ ἔνθεος σύναψις,
χαῖρε ἀσθενούντων θεόσδοτος δύναμις.
Χαῖρε κράτος ἣ παρέχουσα θεία Ζώνη τοῖς πιστοῖς,
χαῖρε στίφος ἣ ὀλλύουσα τοῦ Βελίαρ πανστρατεῖ.
Χαῖρε ὅτι ῥωννύεις τῶν ψυχῶν τὰς δυνάμεις,
χαῖρε ὅτι ἰθύνεις πρὸς καλὰς ἀναβάσεις.
Χαῖρε ψυχῶν ἐκπλύνουσα τραύματα,
χαῖρε ἐχθρῶν συντρίβουσα ἅρματα.
Χαῖρε ἡμῶν ἀληθὴς θυμηδία,
χαῖρε πιστῶν θεία παραμυθία.
Χαῖρε Ζώνη ὑπέρτιμε.
Χαίρει Βατοπαιδίου, ἣ Μονὴ Θεοτόκε, κατέχουσα τὴν θειαν σου Ζώνην, καὶ πάσας συγκαλεῖ τὰς Μονάς, πρὸς δοξολογίαν τῶν μεγαλείὧν σου, δοξάζουσα τὴν δόξαν σου, καὶ ἐκβοῶσα τῇ Τριάδι·
Ἀλληλούϊα.
Ψάλλοντες κατὰ χρέος, Θεοτόκε Παρθένε, τῆς Ζώνης σου τὴν ἄφθονον χάριν, κηρύττομεν εὐσήμως Ἁγνῆ, τὴν πρὸς ἡμᾶς σου πλουσίαν προμήθειαν, καὶ τῇ ἁγίᾳ Ζώνῃ σου, ἐκβοῶμεν πανευχαρίστως·
Χαῖρε σειρὰ σεπτὴ τής Παρθένου,
χαῖρε χαρὰ τοῦ Βατοπαιδίου.
Χαῖρε τοὺς πιστοὺς πρὸς Θεὸν ἡ ἀνάγουσα,
χαῖρε πρὸς ζωὴν ἀληθῆ ἣ συνάγουσα.
Χαῖρε Ζώνη πανυπέρτιμε, Ἐκκλησίας θησαυρέ,
χαῖρε κόσμου ἀγαλλίαμα, καὶ εἰρήνης χορηγέ.
Χαῖρε τῶν εὐσεβούντων προσφυγὴ σωτηρίας,
χαῖρε τῶν Μοναζόντων πλοῦτος παρηγορίας.
Χαῖρε δι᾽ ἧς παθῶν καθαρθήσομαι,
χαῖρε δι᾽ ἧς φωτὸς πληρωθήσομαι.
Χαῖρε χαρὰ ἀληθὴς τῆς ψυχῆς μου,
χαῖρε λιμὴν ἀσφαλὴς τῆς ζωῆς μου.
Χαῖρε Ζώνη ὑπέρτιμε.
Ὢ ὑπέρτιμε Ζώνη, τῆς Ἁγνῆς Θεοτόκου, ἣ ζώσασα τὸ ἄχραντον σῶμα (ἔκ γ), δίδου ἡμῖν ἐκ τοῦ θησαυροῦ, τῆς ἐν σοὶ σκηνούσης θείας Χάριτος ζωοποιὸν ἐνέργειαν, ἵνα τῷ Χριστῷ ἀεὶ βοῶμεν·
Ἀλληλούϊα.
Καί αὖθις τό Κοντάκιον.
Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχω.
Τῇ
ὑπερτίμῳ Θεοτόκε θείᾳ Ζώνῃ σου, μετ᾽ εὐλαβείας προσερχόμενοι
πληρούμεθα, φωτισμοῦ καὶ εὐωδίας ὑπερκοσμίου. Ἀλλ᾽ ὡς πέλαγος Παρθένε
ἀγαθότητος, ἡμᾶς ζῶσον τῇ δυνάμει αὐτῆς Ἄχραντε, τοὺς κραυγάζοντας·
Χαῖρε Ζώνη ὑπέρτιμε.
Δίστιχον.
Ζώνης τῆς Ἁγνῆς Θεοτόκου ἐν οἴκοις,
Γεράσιμος ὕμνησε τὰ μεγαλεῖα.
Πηγή: proseyxi.com
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου