Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἀποστόλου Θαδδαίου.
Στίχοι
Θαδδαῖε! ποῖον ἄλλο σοι πλέξω στέφος,
Ἤ αὐτόπτην λέγειν σε, καὶ μύστην Λόγου;
Εἰκάδι πρώτῃ Θαδδαῖος βιότοιο ἀπέπτη.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας μάρτυρος Βάσσης, καὶ τῶν τέκνων αὐτῆς Θεογνίου, Ἀγαπίου καὶ Πιστοῦ.
Στίχοι
Μητρὸς μιᾶς κάλλιστα παιδία τρία,
Σὺν μητρὶ Βάσσῃ πρὸς τομὴν ψυχὴ μία.
Βάσσαν σὺν τοκέεσσι τάμε ξίφος εἰκάδι πρώτῃ.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών β', ᾨδὴ θ', τοῦ Ἀποστόλου
Ἦχος πλ. δ'
Κυρίως Θεοτόκον ΤΟ ΑΚΟΥΤΕ
Ἰδὼν τὰς δι' αἰῶνος, θείας ἀντιδόσεις,
καὶ ἐφετῶν ἀκροτάτῳ τρανότερον, μάκαρ ἐγγίζων,
Θαδδαῖε, τέρπου καὶ χόρευε.
Ὡς κέρδος ὡς μεγίστη, ἔνδοξε Θαδδαῖε,
ταῖς ἀρεταῖς ἀνυψώθης κυπάρισσος,
εὐωδιάζων καρδίας, τῶν εὐφημούντων σε.
Συνήφθης Ἀποστόλων, μάκαρ καὶ μαρτύρων,
καὶ Ἀσωμάτων χορείαις γηθόμενος,
μεθ' ὧν δυσώπει σωθῆναι, τοὺς σὲ γεραίροντας.
Ἡ μνήμη σου πλουσίως, φέγγει χαρισμάτων,
τὰς τῶν πιστῶν διανοίας φωτίζουσα,
ἀνευφημεῖν σε Θαδδαῖε, πάντας προτρέπεται.
Θεοτοκίον
Φιλάγαθε Παρθένε, τὴν κεκακωμένην,
ταῖς ἁμαρτίαις ψυχήν μου ἀγάθυνον,
ἡ τὸν πανάγαθον Λόγον, ἀποκυήσασα.
Κανών γ', ᾨδὴ θ', τῆς Μάρτυρος
Ἦχος πλ. δ'
Ἐξέστη ἐπὶ τούτῳ ΤΟ ΑΚΟΥΤΕ
Ἰδεῖν ἐφιεμένη ἃ ὀφθαλμός,
γηγενοῦς ἀληθῶς οὐχ ἑώρακε, τὰ τῆς σαρκός,
ἔφερες ἐπίπονα ἀνδρικῶς, θλᾶσιν μελῶν πανεύφημε, ὅρμημα θηρίων,
καῦσιν πυρός, θαλάσσης τρικυμίαν,
ἀΰλῳ φωταυγίᾳ, φαιδρυνομένη
παμμακάριστε.
Ὡς ὄντως φωτοφόρος καὶ εὐπρεπής,
θεοφόρε σελήνη ἀνέτειλας, θεῖον χορόν,
οἷά περ ἀστέρων φωτοφανῶν, ἐπαγομένη χάριτι,
σοῦ τῶν προελθόντων ἐκ τῆς γαστρός,
καὶ νῦν τὴν οἰκουμένην, ἀΰλῳ φωταυγίᾳ,
καταφαιδρύνετε μακάριοι.
Στηρίξαντες ἐν πέτρᾳ ὑπομονῆς,
διανοίας τὰς βάσεις μακάριοι, τῶν πειρασμῶν,
ταῖς πολυειδέσιν ἐπαγωγαῖς, ὡς ἀληθῶς ἀκλόνητοι,
ὤφθητε καὶ νίκην μετὰ Χριστοῦ, ἀράμενοι σὺν τούτῳ,
ἀεὶ
συμβασιλεύειν, κατηξιώθητε γηθόμενοι.
Ἤ ὄντως ἀκεραία περιστερά,
ἡ τρυγὼν τὸν Θεὸν ἀγαπήσασα,
ἡ χελιδών, θείοις ἀναπτᾶσα σὺν νεοσσοῖς, πρὸς οὐρανοὺς ἐσκήνωσε,
κράτος πρὸς τὸ θεῖον καὶ νοερόν, χειμῶνα διαδρᾶσα,
καὶ θήρατρα δαιμόνων, Βάσσα ἣν πόθῳ μακαρίζομεν.
Θεοτοκίον
Φιλάνθρωπον
τεκοῦσα καὶ λυτρωτήν,
θαυμαστὴ καὶ φιλάγαθε Δέσποινα, ἁμαρτιῶν,
λύτρωσίν μοι δίδου σαῖς προσευχαῖς,
καὶ τὴν ψυχήν μου πάναγνε, τὴν κεκακωμένην τοῖς λογισμοῖς,
ἀγάθυνον καὶ δεῖξον, παθῶν θανατηφόρων,
λελυτρωμένην παναμώμητε.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐξέστη
ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα,
ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς,
καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν·
διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων,
ταξιαρχίαι μεγαλύνουσιν».
Πηγή: glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου