Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Θείῳ
Πνεύματι, διηυγασμένος,
ἠκολούθησας, Χριστῷ ὁσίως,
θεοφόρε παμμάκαρ Εὐθύμιε·
καὶ διαφόροις ἐν τόποις ἐξέλαμψας,
καὶ τῷ χειμάρρῳ τοῦ Ἄθω ἡσύχασας.
Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε,
δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Τῇ ἰσαγγέλῳ πολιτείᾳ σεμνυνόμενος
Τῶν δωρεῶν τοῦ Παρακλήτου κατηξίωσαι
Καὶ ὡς ἥλιος ἐξέλαμψας ἐν Ὁσίοις.
Μεθ’ ὧν πρέσβευε Χριστῷ τῷ Παντοκράτορι
Ἐκ παντοίων συμφορῶν λυτροῦσθαι πάντοτε
Τοὺς βοῶντάς σοι, χαίροις Πάτερ Εὐθύμιε.
Μεγαλυνάριον.
Ἄσκησιν
ὁσίαν διαδραμών,
ὡς λύχνος ἐκλάμπεις, ἐν τῷ Ἄθῳ φωτοφανῶς,
Εὐθύμιε Πάτερ καὶ πανταχοῦ πυρσεύεις,
τὴν αἴγλην τῶν ἁγίων κατορθωμάτων σου.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου