«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Σάββατο 9 Οκτωβρίου 2021

Τῶν Ἁγίων Ἀνδρονίκου καὶ Ἀθανασίας

 


 

Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Σωφροσύνης τὴν χλαῖναν τὴν θεοΰφαντον, 

κατεποικίλατε χρόαις τῶν ἱερῶν ἀρετῶν, 

ὁμοφρόνως ἐν σπουδῇ ἄμφω ἀσκήσαντες· 

ὅθεν ὑμῶν τὴν σιωπήν, ἡ τρισάγιος ᾠδή, 

ἐδέξατο ἐν ὑψίστοις, 

Ἀνδρόνικε σὺν τῇ θείᾳ, 

Ἀθανασίᾳ τῇ θεόφρονι.

 


Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.

Ὡς τῆς νομίμου συζυγίας ὑποτύπωσιν

Καὶ τῆς ἐνθέου πολιτείας ἀκροθίνια

Ἀναδήσωμεν τοῖς ἄνθεσι τῶν ᾀσμάτων

Τὸν ὁσίως διαπρέψαντα Ἀνδρόνικον,

Σὺν αὐτῷ Ἀθανασίαν τὴν ὁμόζυγον,
Τούτοις λέγοντες, χαίροις ζεῦγος πανόσιον.



Μεγαλυνάριον.
Ἀνδρείως ἡ σύμβιος ξυνωρίς, 

σὺν Ἀθανασίᾳ, ὁ Ἀνδρόνικος ὁ στερρός, 

τῆς ἀθανασίας, ἀνύσαντες τὴν τρίβον, 

τῆς ἀθανάτου δόξης, κατηξιώθησαν.

 

Πηγή: synaxarion.gr 

Δεν υπάρχουν σχόλια: