«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τρίτη 16 Νοεμβρίου 2021

Τοῦ Ἁγίου Ἀποστόλου & Εὐαγγελιστὴ Ματθαίου

  


 

Κάθισμα. Ἦχος α'.  Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
 

Ὁ πρῶτος τοῦ Χριστοῦ, Εὐαγγέλιον γράψας,

 καὶ πᾶσαν δᾳδουχῶν, τὴν ὑφήλιον κτίσιν, 

Ματθαῖος ὁ σοφώτατος, καὶ Χριστοῦ μύστης ἄριστος,

νῦν τιμώμενος, ταῖς ἱεραῖς μελῳδίαις, 

πᾶσιν ἄφεσιν, ἁμαρτιῶν ἐξαιτεῖται, 

τοῖς πόθῳ τιμῶσιν αὐτόν.
 

Δόξα... Ἦχος πλ. δ'  Τὴν Σοφίαν ΤΟ ΑΚΟΥΤΕ
 

Τὸν χρυσὸν καταλείψας ὡς ἀληθῶς, 

τὸν Χριστὸν δὲ ποθήσας φιλευσεβῶς,

Ματθαῖε Ἀπόστολε, τῶν περάτων ἐδείχθης φωστήρ,

καὶ ἐκ Τελώνου ὤφθης, Ἀπόστολος ἔνδοξος, 

μαθητὴς γενόμενος, καὶ κήρυξ τῆς πίστεως.

Ὅθεν συνελθόντες, κατὰ χρέος τιμῶμεν, 

τὴν πάνσεπτον μνήμην σου, καὶ πιστῶς ἑορτάζομεν, 

μελῳδοῦντες καὶ λέγοντες. 

Πρέσβευε Χριστῷ τῷ Θεῷ, 

τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, 

τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
 

Καὶ νῦν ... Θεοτοκίον
 

Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, 

τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, 

νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, 

τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, 

τῆς οἰκουμένης πάσης, τὸ μέγα κειμήλιον· 

ὅτι σωτηρία, ἐν αὐτῇ διεπράχθη, 

τῷ κόσμῳ καὶ ἄφεσις, τῶν ἀρχαίων ἐγκλημάτων, 

διὰ τοῦτο βοῶμεν αὐτῇ. 

Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ,

τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, 

τοῖς προσκυνοῦσιν ἐν πίστει,

 τὸν ἄχραντον τόκον σου. 

 

Πηγή:  Μηναῖον Νοεμβρίου & glt.goarch.org

Δεν υπάρχουν σχόλια: