Ἀπολυτίκιον. Ἦχος πλ. δ’.
Ἐν
προσευχαῖς γρηγορῶν,
ταῖς τῶν θαυμάτων ἐργασίαις ἐγκαρτερῶν,
ἐπωνυμίαν ἐκτήσω τὰ κατορθώματα.
Ἀλλὰ πρέσβευε Χριστῷ τῷ Θεῷ,
Πάτερ Γρηγόριε, φωτίσαι τὰς ψυχὰς ἡμῶν,
μήποτε ὑπνώσωμεν ἐν ἁμαρτίαις εἰς θάνατον.
Κοντάκιον. Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Θαυμάτων πολλῶν, δεξάμενος ἐνέργειαν,
σημείοις φρικτοῖς, τοὺς δαίμονας ἐπτόησας,
καὶ τὰς νόσους ἤλασας, τῶν ἀνθρώπων πάνσοφε Γρηγόριε·
διὸ καλῇ θαυματουργός, τὴν κλῆσιν ἐξ ἔργων κομισάμενος.
Ἕτερον Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Ὡς εὐσεβείας ὑποφήτην καὶ διδάσκαλον
Καὶ τῶν θαυμάτων ποταμόν σε ἀνεξάντλητον
Μακαρίζομεν οἱ δοῦλοί σου Ἱεράρχα.
Ἀλλ’ ὡς ἔχων παρρησίαν πρὸς τὸν Κύριον
Ἐκ παντοίων ἀπολύτρωσαι κακώσεων
Τοὺς βοῶντάς σοι, χαίροις Πάτερ Γρηγόριε.
Μεγαλυνάριον.
Τῇ
φιλοσοφίᾳ πρὸς ἀληθῆ,
γνῶσιν κεχρημένος, οἷα κλίμακι νοητῇ,
πρὸς θεολογίας, ἀνέδραμες τὸ ὕψος,
Γρηγόριε θαυμάτων, καινῶν διάκονε.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου