. . .
Οὐδεὶς μὴ θέλων ἀρετὴν κατώρθωσεν ἐν κόσμῳ,
οὐδείς μὴ θέλων σώζεται· πλέον τούτου μὴ ζήτει,
σπούδασον σῶσαι δὲ σαυτὸν καὶ τοὺς ἀκούοντάς σου,
εἰ ἄρα εὕροις ἐπὶ γῆς ἄνθρωπον τοῦ ἀκούειν
ἔχοντα ὥτα καὶ τῶν σῶν ἐπακούοντα λόγων.
Οὔτως ποιήσω, Δέσποτα, καθὼς προσέταξάς μοι,
ἀλλὰ τὴν σὴν βοήθειαν, ἀλλὰ τὴν σὴν μοι χάριν
τῷ ἀναξίῳ δώρησαι δούλῳ σου, ὧ Θεέ μου,
ἵνα ἀεὶ δοξάζω σε καὶ ἀνυμνῶ σὸν κράτος
ἀκαταπαύστοις ἐν φωναῖς εἰς αἰῶνας αἰώνων,
ἀμήν.
Ἅγιος Συμεών ὁ Νέος Θεολόγος
Πηγή: Ὕμνοι Ἐπιστολαὶ Ἁγίου Συμεών τοῦ Νέου Θεολόγου, Τόμος Γ΄, «Ὀρθόδοξος Κυψέλη», σελ. 323.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου