Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ὀνησίμου, μαθητοῦ τοῦ Ἁγίου Ἀποστόλου Παύλου.
Στίχοι
Ἥπλωσεν Ὀνήσιμος εἰς θλάσιν σκέλη,
Παύλου σκελῶν δραμόντα γενναίους δρόμους.
Πέμπτῃ Ὀνησίμου σκέλεα θραῦσαν δεκάτῃ τε.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Μαΐωρ αἰκιζόμενος τελειοῦται.
Στίχοι
Μάστιξι πλησθεὶς τὰς ψόας ἐμπαιγμάτων,
Δαυῒδ τὸ ῥητὸν φάσκε, Μάρτυς Μαΐωρ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Εὐσεβίου.
Στίχοι
Ἀνθρώπινον παρῆλθεν ἀσμένως βίον,
Εὐσέβιος τὸ θαῦμα καὶ τῶν Ἀγγέλων.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
Πηγή: Μηναῖον Φεβρουαρίου & glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου