«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τετάρτη 16 Φεβρουαρίου 2022

Τῶν Ἁγίων Παμφίλου, Δανιήλ, Ἠλιοῦ, Ἡσαΐου, Θεοδούλου, Ἱερεμίου, Ἰουλιανοῦ, Οὐάλη, Παῦλου, Πορφυρίου, Σαμουὴλ καὶ Σελεύκου τῶν Μαρτύρων


 

Ἀπολυτίκιον. Ἦχος γ’. Τὴν ὡραιότητα.
Τὴν δωδεκάριθμον, Μαρτύρων φάλαγγα, 

ἀνευφημήσωμεν, ἐνθέοις ᾄσμασι,

 Πάμφιλον Παῦλον Σαμουήλ, Οὐάλεντα καὶ Ἠλίαν, 

Ἱερεμίαν, Σέλευκον, Δανιὴλ καὶ Πορφύριον, 

Ἰουλιανὸν ὁμοῦ Ἠσαΐαν Θεόδουλον· 

αὐτοὶ γὰρ τὸν Δεσπότην τῶν ὅλων, 

πᾶσιν ἡμῖν ἐξιλεοῦνται.



Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Κολαστηρίων φοβερῶν προκειμένων, 

οἱ τοῦ Κυρίου Ἀθληταὶ οἱ γενναῖοι, 

ἐν ἀπτοήτῳ χαίροντες φρονήματι, 

τούτοις προσωμίλησαν, τῆς σαρκὸς ἀλογοῦντες·

 ὅθεν ἐκληρώσαντο, αἰωνίζουσαν δόξαν, 

ὑπὲρ ἡμῶν πρεσβεύοντες ἀεί, 

τῶν εὐφημούντων, αὐτῶν τὰ μνημόσυνα.


Μεγαλυνάριον.
Φάλαγξ δωδεκάριθμε Ἀθλητῶν, 

ἡ συντεταγμένη, εὐσεβείᾳ τε καὶ σπουδῇ, 

σύναψον σπουδαίως, ἡμᾶς ἐν ὁμονοίᾳ, 

καὶ λύσιν τῶν πταισμάτων, ἡμῖν πρυτάνευσον.

 

Πηγή: synaxarion.gr 

Δεν υπάρχουν σχόλια: