Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Παμφίλου,
Οὐάλεντος, Παύλου, Σελεύκου, Πορφυρίου, Ἰουλιανοῦ, Θεοδούλου, Ἠλία,
Ἱερεμίου, Ἡσαϊου, Σαμουήλ καὶ Δανιήλ.
Στίχοι
Ὑπὲρ τὸ πᾶν σε Πάμφιλος φιλῶν Λόγε,
Καὶ τὴν τομὴν ἡγεῖτο τῆς κάρας φίλην.
Παῦλον Σέλευκος, καὶ Σέλευκον Οὐάλης,
Βλέπων τομῇ χαίροντα, τὴν τομὴν φέρει.
Ἥλαντο πρὸς πῦρ Μάρτυρες θεῖοι δύο,
Θείου πόθου πῦρ ἓν τρέφοντες οἱ δύο.
Σταυροῦσι δοῦλοι τῆς πλάνης ἐπὶ ξύλου,
Καὶ Θεόδουλον, δοῦλοι Ἐσταυρωμένου.
Κλῆσεις Προφητῶν καὶ τελευτὰς Μαρτύρων,
Αὐχοῦσι πέντε μάρτυρες τετμημένοι.
Ἕκτῃ καὶ δεκάταῃ ξίφους τάμε Πάμφιλον ἀκμή.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων τῶν ἐν Μαρτυροπόλει, καὶ τοῦ Ὁσίου
Μαρουθᾶ, τοῦ ἀνεγείραντος τὴν πόλιν ἐπ' ὀνόματι τῶν Μαρτύρων.
Στίχοι
Ἡ κλῆσις ἔργον μαρτυρωνύμῳ πόλει,
Πολλῶν ἐν αὐτῇ μαρτυρησάντων ξίφει.
Στέρξας Μαρουθᾶς τὸν Θεὸν σφόδρα σφόδρα,
Θεῷ παραστάς, τέρπεται σφόδρα σφόδρα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Φλαβιανοῦ.
Στίχοι
Ζωῆς ματαίας ἐκπεραιώσας χρόνον,
Ζῇ Φλαβιανὸς εἰς τὸν αἰῶνα χρόνον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Φλαβιανοῦ, Πατριάρχου Κωνσταντινουπόλεως.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
Πηγή: Μηναῖον Φεβρουαρίου & glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου