«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Σάββατο 9 Απριλίου 2022

Τοῦ Ἁγίου Μάρτυρος Εὐψυχίου

 



 

Ἀπολυτίκιον. Ἦχος γ’. Τὴν ὡραιότητα.
Εὐψύχως ἤνυσας, δρόμον τὸν ἔνθεον, 

καὶ καταβέβληκας, ἐχθρὸν τὸν δόλιον, 

τὴν πανοπλίαν τοῦ Σταυροῦ, παμμάκαρ ἐνδεδυμένος· 

ὅθεν συνηρίθμησαι, τῶν Μαρτύρων ταῖς τάξεσι, 

δόξαν αἰωνίζουσαν, κεκτημένος Εὐψύχιε.

 Ἀλλὰ μὴ διαλείπῃς πρεσβεύων, 

σῶσαι ἡμᾶς τοὺς σὲ τιμῶντας.



Κοντάκιον. Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου.
Ὡς εὐσεβείας θεόδμητον ἄγαλμα, 

τῆς ἀσεβείας καθεῖλες τὸ ἵδρυμα, 

καὶ εὔψυχος ὤφθης πρὸς ἄθλησιν, 

ἐν εὐψυχίᾳ τμηθεὶς τὸν αὐχένα σου· 

διό σε ὑμνοῦμεν Εὐψύχιε.



Μεγαλυνάριον.
Ναὸν τῶν ἀψύχων Μάρτυς θεῶν, 

καθελὼν εὐψύχως, ὡς Τριάδος ἔμπνους ναός, 

πρὸς ναὸν τὸν ἄνω, μαρτυρικαῖς βαθμῖσιν, 

Εὐψύχιε ἀνῆλθες, ὡς Μάρτυς ἔνθεος.

 

 Πηγή: synaxarion.gr  



Δεν υπάρχουν σχόλια: