Κανών α', ᾨδὴ θ'
Ἦχος πλ. β'
Ἀπορεῖ πᾶσα γλῶσσα ΤΟ ΑΚΟΥΤΕ
Νῦν ἐλεῆμον στίφη, δυσωπεῖ σε Ἀγγέλων,
σὺν Χερουβίμ τε, θεῖα Σεραφὶμ καθικετεύει,
Ἐξουσίαι, θρόνοι καὶ Ἀρχαὶ καὶ Δυνάμεις τε σὺν Ἀρχαγγέλοις, καὶ Κυριότητές σε αἰτοῦσι κραταιέ,
ὅπως ψυχὰς ἀπάσας
οἰκτείρῃς, ἅς περ μετέστησας.
Ἰδοὺ οἱ δῆμοι, σὲ τῶν Προφητῶν
ἐξαιτοῦνται,
τῶν Ἀποστόλων δέονται χοροί, σύν, Πατριάρχαις,
στίφη τε Μαρτύρων, σὺν Ὁσίων πλήθεσιν
εὐπαρακλήτως, ἀναβοῶσι·
Σῶσον φιλάνθρωπε ψυχάς,
πάντων τῶν ἐπὶ γῆς τεθνεώτων,
εὐσεβῶν δούλων σου.
Οἶδας τὰ
πάντα βλέπεις, καθορᾷς καὶ γινώσκεις, βροτῶν τὰ πλήθη, καὶ τὸ τῆς ζωῆς
ἑκάστου πέρας, πᾶσι δίδου τὴν τῶν ἐγκλημάτων λύτρωσιν, καὶ Παραδείσου
τῆς καλλονῆς ἀξίωσον πάντας ὡς Θεός, μόνε, οὓς ἐξελέξω οἰκτίρμον,
πιστοὺς οἰκέτας σου.
Θεοτοκίον
Ὑπεραγία
Δέσποινα, τοῦ κόσμου Παρθένε,
σὺ πάντων σκέπη, ζώντων καὶ θανόντων χρηματίζεις,
καὶ γαλήνη, δόξα καὶ τρυφή,
καὶ ἄνεσις τῶν σὲ προστάτιν, καὶ βοηθόν,
καὶ ῥύστην πλουτούντων ἀγαθή·
ὅθεν αὐτοὺς διάσωσον,
πάντας
ταῖς ἱκεσίαις σου.
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
«Ἀπορεῖ
πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν,
ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε·
ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου·
καὶ γὰρ τὸν πόθον οἶδας τὸν ἔνθεον ὑμῶν·
σὺ γὰρ Χριστιανῶν εἶ προστάτις,
σὲ μεγαλύνομεν».
Πηγή: Πεντηκοστάριον & glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου