«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Κυριακή 31 Ιουλίου 2022

Τήν 31η Ἰουλίου τιμοῦμε καὶ γιορτάζουμε

  

  

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν

 
Τῇ ΛΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Εὐδοκίμου.
Στίχοι
Τὸν θεῖον Εὐδόκιμον, ᾧ βίος γέλως,
Τὸ θεῖον εὐδόκησεν ἐκστῆναι βίου.
Δέχνυται Εὐδόκιμον πρώτῃ τάφος ἐν τριακοστῇ.

ἅγιος Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, ὁ κηδευτὴς τοῦ Δεσπότου Χριστοῦ, ἐν εἰρήνῃ τελειοῦται.


Οἱ ἅγιοι δώδεκα μάρτυρες οἱ Ῥωμαῖοι ξίφει τελειοῦνται.


Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῶν Ἐγκαινίων τοῦ σεβασμίου οἴκου τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου τοῦ ἐν Βλαχέρναις, ἔνθα ἀπόκειται ἡ Ἁγία Σορός.

Καὶ προεόρτια τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, ἤτοι ἡ ἐξέλευσις αὐτοῦ ἐκ τοῦ βασιλικοῦ Παλατίου εἰς τὴν πόλιν.
Στίχοι
Οἴκου προελθών, Σταυρὸς τῶν Βασιλέων,
Οἴκοις ἑορτὰς προξενεῖ τοῖς ἐν πόλει.



Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

 Πηγή: Μηναῖον Ἰουλίου &  glt.goarch.org

Δεν υπάρχουν σχόλια: