«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Πέμπτη 18 Αυγούστου 2022

Τήν 18η Αὐγούστου τιμοῦμε καὶ γιορτάζουμε


 

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
 

Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων μαρτύρων Φλώρου καὶ Λαύρου.
Στίχοι
Δίψει τελευτῆς τῆς ὑπὲρ Θεοῦ Λόγου,
Χωροῦσι Φλῶρος καὶ Λαῦρος πρὸς τὸ φρέαρ
Φλώρῳ ἀμφ' ὀγδοάτῃ δεκάτῃ φρέαρ εἰσέδυ Λαῦρος.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία τῶν πενήτων πληθύς, ἡ τὰ εἴδωλα συντρίψασα, πυρὶ ἐτελειώθη
Στίχοι
Πένητες ἄνδρες πλοῦτον εὗρον ἀθρόον,
Τὸ σύντροφον δός, εἰς τὸ πῦρ λελοιπότες.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Ἕρμου, Σεραπίωνος καὶ Πολυαίνου.
Στίχοι
Ἕρμῳ βιαίως ἐν πέτραις συρομένῳ,
Ὑπῆρξε πέτρα προσφυγὴ λαγῷ πόλος.
Τὸν ἐκ πέτρας πάνδεινον ἑλκυσμὸν φέρει,
Καὶ Σεραπίων, ὁ πλέον στερρὸς πέτρας.
Ὁ Πολύαινος αἷμα χεῖ συρεὶς πέτραις,
Ὑπὲρ Χριστοῦ, χέαντος ἐκ πέτρας ὕδωρ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ἁγίας μάρτυρος Ἰουλιανῆς πλησίον τοῦ Στροβίλου, καὶ τοῦ Ἁγίου μάρτυρος Λέοντος, ὃς ἤθλησε παρὰ τὴν θάλασσαν, πλησίον Μύρων τῆς Λυκίας.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἐν τῇ ἐρήμῳ τέσσαρες ἀσκηταὶ ἐν εἰρήνῃ τελειοῦνται.
Στίχοι
Ἀδελφότης τέθνηκεν ἀνδρῶν τεσσάρων,
Τὰ κῶλα θέντες εἰς ἐρημίαν μίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, Πατριαρχῶν Κωνσταντινουπόλεως, Ἰωάννου καὶ Γεωργίου.
Στίχοι
Ὁ Γεώργιος «Ὡς κελεύεις Χριστέ μου»,
Ἔφασκε θνῄσκων «ἔρχομαι κληθεὶς ἄνω».
Σκυθρωπὰ τὰ πρόσωπα τῆς Ἐκκλησίας.
Στέρησιν οὐ φέροντα τὴν Ἰωάννου.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρός ἡμῶν Ἀρσενίου τοῦ ἐξ Ἰωαννίνων.
Στίχοι
Ἁγίων Ἀρσένιε τὸν βίον ζήσας,
Σὺν Ἁγίοις Ἅγιος νῦν συναγάλλῃ

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

Πηγή: Μηναῖον Αὐγούστου &  glt.goarch.org

Δεν υπάρχουν σχόλια: