Κανών α', ᾨδὴ δ', τῶν Ἁγίων
Ἦχος πλ. δ'
Σύ μου ἰσχὺς Κύριε ΤΟ ΑΚΟΥΤΕ
Νεανικῶς, τῷ δυσμενεῖ συμπλεκόμενοι,
οἱ γενναῖοι, τοῦτον κατηδάφισαν,
τῷ τοῦ Σταυροῦ, ὅπλῳ κραταιῶς,
καὶ τοὺς συντριβέντας, εὐσεβῶς μελῳδοῦντας·
τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.
Ὑπὸ Χριστοῦ,
λίθου τμηθέντος, ὡς γέγραπται,
ἀπὸ ὄρους Κόρης τῆς θεόπαιδος,
δυναμωθέντες πανευκλεῶς, Ἅγιοι,
εἰδώλων τὴν συντριβὴν ἀπειργάσασθε,
καὶ ἤρθητε πρὸς ὕψος, ἐμφανὲς σωτηρίου,
καὶ Ἀγγέλοις σαφῶς ὡμοιώθητε.
Μίαν
αὐγήν, τῆς τρισηλίου Θεότητος,
τοῖς ἀθέοις, χαίρουσα κατήγγειλε, δυὰς σεπτή,
ἡ τῶν ἀθλητῶν, Φλῶρός τε καὶ Λαῦρος,
καὶ μαρτυρίου ποτήριον, ἐξέπιε προθύμως,
τῷ Χριστῷ μελῳδοῦσα,
τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.
Νόμῳ
Θεοῦ, ὑποκλιθέντες ὑπέκλιναν,
ἀνομοῦντας, τοῦτον μόνον σέβεσθαι,
τῇ ὑπανοίξει τῶν ὀφθαλμῶν, τὰς τῆς διανοίας,
αὐτῶν ὁράσεις φωτίσαντες,
οἱ μάρτυρες οἱ θεῖοι, οἱ φωστῆρες οἱ δύο,
οἱ τὰ πέρατα κόσμου φωτίζοντες.
Θεοτοκίον
Ὡς
καθαράν, τῶν γενεῶν ἐξελέξατο, Θεοτόκε,
σὲ τὴν ἀειπάρθενον, ὁ πλαστουργὸς πάντων καὶ Θεός,
καὶ τὴν σὴν γαστέρα, παλάτιον ἀπειργάσατο,
ἀμόλυντον ὁ μόνος, Βασιλεὺς τῶν αἰώνων,
καὶ ἐκ σοῦ τοῖς ἀνθρώποις ἐπέφανε.
Πηγή: Μηναῖον Αὐγούστου & glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου