Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Α´ τοῦ αὐτοῦ μηνός, Ἀρχὴ τῆς, Ἰνδίκτου, ἤτοι τοῦ νέου ἔτους.
Στίχοι
Ἴνδικτον ἡμῖν εὐλόγει νέου Χρόνου,
Ὦ καὶ Παλαιέ, καὶ δι᾿ ἀνθρώπους Νέε.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμην ποιοῦμεν τοῦ γενομένου θαύματος παρὰ τῆς Ἁγίας Θεοτόκου ἐν τῇ Μονῇ τῶν Μιασηνῶν, καὶ μνήμη τοῦ γενομένου ἐμπρησμοῦ.
Στίχοι
Αὐθαιρέτως ἄνεισιν ἄγρα τις ξένη,
Λίμνης βυθοῦ πάντιμος εἰκὼν Παρθένου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεὼν τοῦ Στυλίτου.
Στίχοι
Λιπὼν Συμεὼν τὴν ἐπὶ στύλου βάσιν,
Τὴν ἐγγὺς εὗρε τοῦ Θεοῦ Λόγου στάσιν.
Ὑψιβάτης Συμεὼν Σεπτεμβρίου ἔκθανε πρώτῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ὁσίας Μάρθας, μητρὸς τοῦ Ὁσίου Συμεών, καὶ τῆς ὁσίας Εὐανθίας, καὶ ἡ κοίμησις Ἰησοῦ τοῦ Ναυῆ.
Στίχοι
Ἐν γῇ ξενίζει Μάρθα τὸν Χριστὸν πάλαι.
Σὲ δὲ ξενίζει Μάρθα Χριστὸς ἐν πόλῳ.
Ὃν τοῦ τρέχειν ἔστησεν ἥλιον πάλαι.
Λιπὼν Ἰησοῦς, Ἥλιον δόξης βλέπει.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων τεσσαράκοντα γυναικῶν, Μαρτύρων, Παρθένων καὶ Ἀσκητριῶν, καὶ Ἀμμοῦν Διακόνου, καὶ διδασκάλου αὐτῶν.
Στίχοι
Δισεικαρίθμοις παρθένοις πῦρ καὶ ξίφος,
Θεοῦ προεξένησαν Υἱὸν νυμφίον.
Ἀμμοῦν καλύπτραν ἔμπυρον δεδεγμένος,
Τὸ σαρκικὸν κάλυμμα χαίρων ἐξέδυ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ αὐταδέλφων Εὐόδου, Καλλίστης, καὶ Ἑρμογένους.
Στίχοι
Κάλλιστον ὄντως εὗρε Καλλίστη τέλος,
Σὺν τοῖς καλοῖς τμηθεῖσα διττοῖς συγγόνοις.
Ὁ ὅσιος Μελέτιος ὁ νέος, ὁ ἐν τῷ ὄρει Μυουπόλεως ἀσκήσας, ἐν εἰρήνῃ τελειοῦται.
Ὁ ἅγιος νεομάρτυς, Ἀγγελῆς ὁ ἐν Κωνσταντινοπόλει μαρτυρήσας κατὰ τὸ 1680 ξίφει τελειοῦται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου