Ψαλλομένη τῇ 1η Σεπτεμβρίου
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα τῆς Ἰνδίκτου. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ὁ καιροὺς καρποφόρους καὶ ὑετούς, οὐρανόθεν παρέχων τοῖς ἐπὶ γῆς, καὶ νῦν προσδεχόμενος, τὰς αἰτήσεις τῶν δούλων Σου, ἀπὸ πάσης λύτρωσαι, ἀνάγκης τὴν Πόλιν Σου· οἱ οἰκτιρμοὶ καὶ γάρ Σου, εἰς πάντα τὰ ἔργα Σου. Ὅθεν τὰς εἰσόδους, εὐλογῶν καὶ ἐξόδους, τὰ ἔργα κατεύθυνον ἐφ᾿ ἡμᾶς τῶν χειρῶν ἡμῶν, καὶ πταισμάτων τὴν ἄφεσιν, δώρησαι ἡμῖν ὁ Θεός· Σὺ γὰρ ἐξ οὐκ ὄντων τὰ σύμπαντα, ὡς δυνατὸς εἰς τὸ εἶναι παρήγαγες.
Δόξα. Τοῦ ὁσ. Συμεών. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Ἐγκρατείᾳ
τὸν βίον σου κατεκόσμησας, καὶ νεκρώσας τὸ σῶμά σου ἐξηφάνισας, τοῦ
ἐχθροῦ τὰς προσβολὰς Πάτερ μακάριε· καὶ μετέστης πρὸς Θεόν, εἰς τὴν
αἰώνιον ζωήν, ὡς ἄξιος κληρονόμος· διὸ μὴ παύσῃ πρεσβεύων, ἐλεηθῆναι τὰς
ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς Παμμακαρίστου. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Κατ’εἰκόνος
σεπτῆς Σου τοὺς διωγμοὺς, ἐκμειώσασα ὅλως, Μῆτερ Θεοῦ, ταύτην
περιέσωσας χαριτόβρυτον ἅπασι· τοῖς προσιοῦσι γὰρ πίστει εἰρήνην
χαρίζεται, καὶ οὐρανόθεν πηγάζει αὐτοῖς τὰ ἰάματα. Ὅθεν κατὰ χρέος,
εὐλαβῶς προσκυνοῦμεν, αὐτήν Παμμακάριστε, καὶ ἐν πίστει Σοι κράζομεν, οἱ
κυκλούμενοι θλίψεσι· πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ῥύστης
ἵνα γένηται, καὶ ζωῆς αἰωνίου δοτὴρ εὐμενέστατος.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα τῆς Ἰνδίκτου. Ἦχος δ΄. Κατεπλάγη Ἰωσὴφ.
Ὡς
Δεσπότῃ τοῦ παντός, καὶ χορηγῷ τῶν ἀγαθῶν, Σοὶ προσπίπτομεν πιστῶς,
ἀναβοῶντες ἐκτενῶς, ὑπὸ τῆς Σῆς δυσωπούμενος εὐσπλαγχνίας, Σωτὴρ καὶ
ταῖς εὐχαῖς, τῆς τεκούσης Σε, καὶ πάντων τῶν ἀεὶ, εὐαρεστούντων Σοι,
ἐνιαυτὸν εὐπρόσδεκτον προσάξαι Σοι, ὡς ἀγαθὸς καταξίωσον, τοὺς ἐν
οὐσίαις, δυσὶ τιμῶντας, καὶ πιστῶς Σε δοξάζοντας.
Δόξα. Τῆς ἁγ. Καλλίστης. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Εἰσῆλθες
ἐν τῷ σκάμματι, τοῦ μαρτυρίου πιστῶς, Καλλίστη κηρύττουσα, σὺν τοῖς
δυσὶν ἀδελφοῖς, Χριστὸν τὸν Θεὸν ἡμῶν· πόθῳ γὰρ θρεψαμένη, νοερὰ σκεύη
ὄντως, τῆς Χριστοῦ Ἐκκλησίας, ἀπετέλεσας τούτους· διὸ καὶ συνηρμόσθης
αὐτοῖς, Μάρτυς εἰς τὴν ἄνω ζωήν.
Καὶ νῦν. Τῆς Παμμακαρίστου. Ὅμοιον.
Ἡ
ἁγία Σου, Ἁγνή, καὶ χαριτόβρυτος εἰκών, διωγμῶν τε καὶ πυρὸς, φυγοῦσα
λύμην καὶ φθορὰν, καὶ θαυμασίως ἀλώβητος διασωθεῖσα, χάριν τοῖς πιστοῖς,
ἀνεξάντλητον, ἀναβλύζει δαψιλῶς, Παμμακάριστε· διὸ συμφώνως σήμερον
τελοῦμεν, τὴν ἱεράν Σου πανήγυριν· Παρθένε σῶζε, τοὺς προσκυνοῦντας, τὴν
εἰκόνα Σου, Πανύμνητε.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα τῶν Ἁγίων Γυναικῶν. Ἦχος α´. Τὸν τάφον Σου, Σωτὴρ.
Ἀμνάδες
λογικαί, τῷ Ἀμνῷ καὶ Ποιμένι, προσήχθητε πιστῶς, διὰ τοῦ μαρτυρίου, τὸν
δρόμον τελέσασαι, καὶ τὴν πίστιν τηρήσασαι· ὅθεν σήμερον, περιχαρῶς
εὐφημοῦμεν, ἀξιάγαστοι, τὴν ἱερὰν ὑμῶν μνήμην, Χριστὸν μεγαλύνοντες.
Δόξα. Καὶ νῦν. Τῆς Παμμακαρίστου. Ὅμοιον.
Ἡ
θεία Σου εἰκών, Παναγία Παρθένε, ἰάσεων πηγὴν, ἀναβλύζει ἀφθόνως, καὶ
ῥῶσιν χαρίζεται, τοῖς ἐν πίστει προστρέχουσιν· ὅθεν ἅπαντες, πανευλαβῶς
προσκυνοῦντες, ἀσπαζόμεθα, Σὸν χαριτόβρυτον τύπον, σεμνὴ Παμμακάριστε.
Οἱ Ἀναβαθμοί· τό Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Μέγας ὁ Κύριος ἡμῶν καὶ μεγάλη ἡ ἰσχὺς Αὐτοῦ.
Στ. Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα το ἔλεος Αὐτοῦ.
Εὐαγγέλιον τῆς Ἰνδίκτου, ἐκ τοῦ κατά Λουκᾶν (Κεφ. δ´ 16-22).
Τῶ
καιρῷ ἐκείνῳ, ἦλθεν ὁ ᾿Ιησοῦς εἰς τὴν Ναζαρέτ, οὗ ἦν τεθραμμένος, καὶ
εἰσῆλθε κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν Σαββάτων εἰς τὴν συναγωγήν
καὶ ἀνέστη ἀναγνῶναι. Καὶ ἐπεδόθη αὐτῷ βιβλίον ῾Ησαΐου τοῦ Προφήτου· καὶ
ἀναπτύξας τὸ βιβλίον εὗρε τὸν τόπον οὗ ἦν γεγραμμένον· Πνεῦμα Κυρίου
ἐπ᾿ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με,
ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν
καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυ-σμένους ἐν ἀφέσει, κηρῦξαι
ἐνιαυτὸν Κυρίου δεκτόν. Καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ
ἐκάθισε· καὶ πάντων ἐν τῇ συναγωγῇ οἱ ὀφθαλμοὶ ἦσαν ἀτενίζοντες αὐτῷ.
῎Ηρξατο δὲ λέγειν πρὸς αὐτοὺς, ὅτι σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν
τοῖς ὠσὶν ὑμῶν. Καὶ πάντες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις
τῆς χάριτος τοῖς ἐκπο-ρευομένοις ἐκ τοῦ στόματος αὐτοῦ.
Ὁ Ν΄(50) Ψαλμός.
Δόξα. Ταῖς τῶν Σῶν Ἁγίων…
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον τῆς Ἰνδίκτου. Ἦχος β΄. Στ. Ἐλέησόν με, ὁ Θεός…
Ὁ
ἐν σοφίᾳ τὰ πάντα δημιουργήσας, προαιώνιε Λόγε τοῦ Πατρός, καὶ τὴν
σύμπασαν κτίσιν παντοδυνάμῳ Σου λόγῳ συστησάμενος, εὐλόγησον τὸν
στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός Σου, καὶ τὰς αἱρέσεις κατάβαλε,
διὰ τῆς Θεοτόκου, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Οἱ Κανόνες· τῆς Ἰνδίκτου, τῶν Ἁγίων Γυναικῶν καί τοῦ ὁσ. Σημεών.
Τῆς Ἰνδίκτου. Ἰωάννου Μοναχοῦ.
ᾨδὴ α΄.Ἦχος α΄. ᾌσωμεν πάντες λαοί.
ᾊσωμεν
πάντες Χριστῷ, δι᾿ Οὗ συνέστη τὰ πάντα, καὶ ἐν ᾧ διατελεῖ ἀδιάπτωτα, ὡς
ἐξ ἀνάρχου φύντι, Θεοῦ Πατρὸς ἐνυποστάτῳ Λόγῳ, ᾠδὴν ἐπινίκιον, ὅτι
δεδόξασται.
ᾊσωμεν πάντες Χριστῷ, τῷ πατρικῇ εὐδοκίᾳ, ἐπιφανέντι ἐκ Παρθένου καὶ κηρύξαντι, ἐνιαυτὸν Κυρίου δεκτόν, ἡμῖν εἰς ἀπολύτρωσιν, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται.
Ἐν Ναζαρὲτ εἰσελθών, ὁ παροχεὺς τοῦ Νόμου, ἐν ἡμέραις τῶν Σαββάτων ἐδίδασκε, νομοθετῶν Ἑβραίοις, τὴν ἔλευσιν Αὐτοῦ τὴν ἄφραστον, δι᾿ ἧς ὡς ἐλεήμων, σώσει τὸ γένος ἡμῶν.
Θεοτοκίον.
ᾊδοντες
πάντες πιστοί, τὴν ὑπερθαύμαστον Κόρην, τὴν τὸν Χριστὸν τῇ οἰκουμένῃ
ἀνατείλασαν, καὶ χαρᾶς τὰ πάντα πληρώσασαν, τῆς ἀϊδίου ζωῆς, ἀεὶ
ἀνυμνήσωμεν, ὅτι δεδόξασται.
Τῶν Ἁγίων Γυναικῶν, οὗ ἡ ἀκροστιχίς· Στερρῶν Γυναικῶν Μαρτύρων μέλπω πόνους.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμά μου.
Στερρῶς
τὸν ἀντίπαλον, κατηγωνίσασθε Μάρτυρες, ἀσκήσει μὲν πρότερον, ἔπειτα
δεύτερον, τῇ δι᾿ αἵματος, ἀθλήσει· διὰ τοῦτο, ὑμῶν τὰ μνημόσυνα, πίστει
γεραίρομεν.
Τρωθεῖσαι τῷ ἔρωτι, τοῦ δι᾿ ἡμᾶς ὑπομείναντος, σταυρόν τε καὶ θάνατον, Τούτου τοῖς ἴχνεσιν, ἠκολούθησαν, αἱ Ἁγίαι γυναῖκες, σαρκὸς τὴν ἀσθένειαν, ἐπιλαθόμεναι.
Ἑλλήνων θρησκεύματα, καὶ τῶν δαιμόνων ἱδρύματα, τῷ ὅπλῳ τῆς πίστεως, κατηδαφίσατε, καὶ προσήχθητε, ναῷ ἐπουρανίῳ κειμήλια ἔμψυχα, Μάρτυρες πάνσεμνοι.
Θεοτοκίον.
Ῥωσθεῖσαι
τῇ χάριτι, τοῦ ἐκ τῆς Σῆς ἀνατείλαντος, νηδύος Πανάμωμε, κόραι
νεάνιδες, διεκρούσαντο, βασάνων τρικυμίαν, καὶ Σοῦ ἀπηνέχθησαν, ὀπίσω
χαίρουσαι.
Τοῦ ὁσ. Συμεὼν, οὗ ἡ ἀκροστιχίς· Δέχου τὸν ὕμνον, Συμεὼν πανόλβιε. Ἄνευ τῶν Θεοτοκίων. Ἰωάννου Μοναχοῦ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. ᾊσωμεν τῶ Κυρίω.
Δίδου μοι ἐν ὀργάνῳ, γλώττης σαθρῷ, ὦ θεοφόρε Συμεών, τῷ τὴν ᾠδὴν σοι πλέκοντι, ταῖς δεήσεσι ταῖς σαῖς, γνώσεως φῶς θεοδίδακτον.
Ἔγνωσαν τὴν σοφίαν, Πάτερ τὴν σήν, Πέρσαι, Αἰθίοπτες, Ἰνδοὶ καὶ Σκύθαι καὶ Ἀράβων πληθύς, καὶ ἐδόξασαν Χριστόν, τὸν διὰ σοῦ δοξαζόμενον.
Χάριτος ἐπληρώθης πνευματικῆς· ποιμαντικῶν γὰρ ἐκ σηκῶν, ὡς Ἰακὼβ Δαυῒδ καὶ Μωσῆς, ἀρχηγέτης λογικῶν, ὤφθης θρεμμάτων μακάριε.
Θεοτοκίον.
Ἄχραντε Θεοτόκε, χαῖρε Σεμνή, ἡ τὸν ἀχώρητον Θεόν, ἐν Σῇ γαστρὶ χωρήσασα, λυτρωθῆναι τῶν δεινῶν, αἴτησαι τοὺς ἀνυμνοῦντάς Σε.
ᾨδὴ γ΄. Τῆς Ἰνδίκτου. Στερέωσόν με Χριστέ.
Στερέωσον Ἀγαθέ, ἣν κατεφύτευσε πόθῳ, ἐπὶ τῆς γῆς ἡ δεξιά Σου, κατάκαρπον ἄμπελον, φυλάττων Σου τὴν Ἐκκλησίαν Παντοδύναμε.
Ἐν ἔργοις πνευματικοῖς, θεοτερπέσι κομῶντας, τὸ ἔτος τοῦτο, διαγαγεῖν καταξίωσον Κύριε, τοὺς πίστει Σε μέλποντας, Θεὸν τοῦ παντός.
Γαλήνιόν μοι Χριστέ, τὸν ἐνιαύσιον κύκλον δίδου οἰκτίρμον, καὶ ἔμπλησόν με τῶν λόγων τῶν θείων Σου, οὓς ὤφθης φάσκων, Ἰουδαίοις ἐν Σάββασιν.
Θεοτοκίον.
Ὡς
μόνην ὑπερφυῶς, τὴν ὑπεράνθρωπον χάριν, ἐν τῇ γαστρί Σου δεξαμένην
ἀτρέπτως σκηνώσαντα, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἀεὶ Σε δοξάζομεν.
Τῶν Ἁγίων Γυναικῶν. Τόξον δυνατῶν ἠσθένησε.
Ῥώμῃ πανσθενεῖ ῥωννύμεναι, τὴν τῶν ἀντιπάλων κατεπαλαίσατε δύναμιν, διὰ τοῦτο ὡς νικηφόροι, πρὸς Χριστοῦ ἐστεφανώθητε.
Ὤφθη τῶν θηρῶν τὰ χάσματα, θείᾳ δυναστείᾳ τοῦ Χριστοῦ ἀνενέργητα, καὶ ἐρρύσθητε θεοφόροι, ἀβλαβεῖς Θεὸν γεραίρουσαι.
Νεύσει πρὸς Θεὸν θεούμεναι, τῆς πολυθεΐας τὸν κρυμὸν ἀπεκρούσασθε, καὶ πρὸς θάλψιν τῆς ἄνω δόξης, Ἀθληφόροι κατηντήσατε.
Θεοτοκίον.
Γνόντες εὐσεβῶς κηρύττομεν, Σὲ παναληθῆ Θεοῦ Μητέρα Πανάμωμε· διὰ Σοῦ γὰρ ἡμῖν ὁ Πλάστης, ὁμιλῆσαι κατηξίωσεν.
Τοῦ ὁσ. Συμεὼν. Τὸν φόβον Σου.
Ὀξέως φυγών, τὴν νιφετώδη φορὰν τῶν πνευμάτων, πρὸς σωτήριον ηὐτομόλησας μονὴν Συμεών, ἐξ ἧς καὶ τὴν ἀγήρω ζωὴν ἐκαρπώσω.
Ὑπέκλινας χαίρων, τὴν πειθήνιον ἀκοήν σου παμμακάριστε, τῷ Δεσπότῃ μακαρίζοντι, καὶ μακαριζομένην εὗρες πολιτείαν.
Τοῦ λόγου δεξάμενος τὰ σπέρματα, τῆς καρδίας σου ταῖς αὔλαξι, τῶν δακρύων ἐπιβλύσεσι Χριστῷ, πολύχουν στάχυν, ἀρετῶν ἐδρέψω.
Θεοτοκίον.
Ἀρρήτως συνέλαβες Θεόνυμφε, τὸν Σωτῆρά τε καὶ Κύριον, τὸν λυτρούμενον ἡμᾶς τῶν δεινῶν, τοὺς Σὲ ἐν ἀληθείᾳ ἐπικαλουμένους.
Κοντάκιον τοῦ ὁσ. Συμεών. Ἦχος β´. Αὐτόμελον.
Τὰ
ἄνω ζητῶν, τοῖς κάτω συναπτόμενος, καὶ ἅρμα πυρός, τὸν στῦλον
ἐργασάμενος, δι’ αὐτοῦ συνόμιλος, τῶν Ἀγγέλων γέγονας Ὅσιε, σὺν αὐτοῖς
Χριστῷ τῷ Θεῷ, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Ὁ Οἶκος.
Τοῦ
Συμεὼν τὸν ἄμεμπτον βίον, ποία γλῶσσα ἀνθρώπων ἐξαρκέσει ποτέ, πρὸς
ἔπαινον ἐξηγήσασθαι; Ὅμως ὑμνήσω Θεοῦ σοφία, τὰ τοῦ ἥρωος ἆθλα καὶ τοὺς
ἀγῶνας, τοῦ ἐν τῇ γῇ ὡς φωστῆρος φανέντος τοῖς πᾶσι βροτοῖς καὶ μεγάλως
τῇ καρτερίᾳ τῷ χορῷ τῶν Ἀγγέλων ἐκλάμψαντος· σὺν τούτοις γὰρ ψάλλων
ἀπαύστως Χριστῷ, πρεσβεύων οὐ παύει ὑπὲρ πάντων ἡμῶν.
Κάθισμα τοῦ ὁσ. Συμεών. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ὑπερζέσας
τῇ πίστει Πάτερ σοφέ, καὶ προσκαίρων ἁπάντων ὑπεριδών, Χριστῷ
ἠκολούθησας, τῇ δυνάμει τοῦ Πνεύματος, ἐγκρατείᾳ τήξας, τὸ σῶμά σου
Ὅσιε, οὐρανῶν τὴν δόξαν, ἀεὶ προορώμενος· ὅθεν καὶ ἐφεῦρες, πρὸς
ἀνάβασιν θείαν, τοῦ στύλου τὴν κλίμακα, τῷ σῷ πόθῳ κατάλληλον, Συμεὼν
ἱερώτατε. Πρέσβευε Χριστῷ τῶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς
ἑορτάζουσι πόθω, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Τῶν Ἁγίων Γυναικῶν.Ἦχος α´. Τὸν τάφον Σου, Σωτὴρ.
Ἀμνάδες
λογικαί, τῷ Ἀμνῷ καὶ Ποιμένι, προσήχθητε πιστῶς, διὰ τοῦ μαρτυρίου, τὸν
δρόμον τελέσασαι, καὶ τὴν πίστιν τηρήσασαι· ὅθεν σήμερον, περιχαρῶς
εὐφημοῦμεν, ἀξιάγαστοι, τὴν ἱερὰν ὑμῶν μνήμην, Χριστὸν μεγαλύνοντες.
Καὶ νῦν. Τῆς Ἰνδίκτου. Ἦχος δ´. Κατεπλάγη Ἰωσὴφ.
Ὡς
Δεσπότῃ τοῦ παντός, καὶ χορηγῷ τῶν ἀγαθῶν, Σοὶ προσπίπτομεν πιστῶς,
ἀναβοῶντες ἐκτενῶς· ὑπὸ τῆς Σῆς δυσωπούμενος εὐσπλαγχνίας, Σωτὴρ καὶ
ταῖς εὐχαῖς, τῆς τεκούσης Σε, καὶ πάντων τῶν ἀεὶ, εὐαρεστούντων Σοι,
ἐνιαυτὸν εὐπρόσδεκτον προσάξαι Σοι, ὡς Ἀγαθὸς καταξίωσον, τοὺς ἐν
οὐσίαις, δυσὶ τιμῶντας, καὶ πιστῶς Σε δοξά-ζοντας.
ᾨδὴ δ΄. Τῆς Ἰνδίκτου. Κατενόησα, Παντοδύναμε.
Ὡς φιλάνθρωπος καταξίωσον, ἀρξαμένους τοῦ ἔτους, καὶ συμπληρῶσαι Σοι εὐαρέστως Χριστέ.
Παντοκράτορ μόνε Κύριε, τῶν ἐτῶν τὰς ἑλίξεις, γαληνιώσας τῷ κόσμῳ δώρησαι.
Θεοτοκίον.
Ὡς λιμένα νῦν τῶν ψυχῶν ἡμῶν, καὶ βεβαίαν ἐλπίδα, τὴν Θεοτόκον πάντες ὑμνήσωμεν.
Τῶν Ἁγίων Γυναικῶν. Ὁ καθήμενος ἐν δόξῃ.
Ὑπομείνασαι
βασάνους, καὶ στρεβλώσεις τοῦ σώματος, διαφόροις τρόποις, θλάσιν τε
μελῶν καὶ κατάφλεξιν, τὰς οὐρανίους σκηνώσεις ἐκληρώσασθε, ἀπολαύουσαι,
ξύλου ζωῆς, ἀξιάγαστοι.
Νεανίδων μακαρίων, τὸν ἀγῶνα ἐθαύμασαν, οὐρανῶν Δυνάμεις, ὅπως τὸν ἐχθρὸν ἐτροπώσαντο, ἐν γυναικείᾳ τῇ φύσει δυναμούμεναι, τῇ δυνάμει, τοῦ ἐκ γυναικὸς ἀνατείλαντος.
Ἀπορρίψασαι τοῦ κόσμου, ματαιότητα ἅπασαν, τῷ Θεῷ καὶ μόνῳ, ὅλῃ τὴ ψυχῇ ἐκολλήθητε· ὅθεν ἀσκήσεως πόνους καὶ ἀθλήσεως, ὑπεμείνατε, Νύμφαι Χριστοῦ καρτερώτατα.
Ἰσχυρότατον ὡς ὅπλον, τὸν Σταυρὸν περιφέρουσαι, πρὸς τὰς ἐναντίας, ἀντιπαρετάξασθε φάλαγγας, μετὰ Χριστοῦ δὲ τὴν νίκην, ἀπηνέγκασθε, τοῦ νικήσαντος, κόσμον δυνάμει θεότητος.
Θεοτοκίον.
Καταβέβηκεν
ὡς ὄμβρος, ἐπὶ πόκον ἐν μήτρᾳ Σου, Κύριος, ὡς ἔφη, πάλαι ὁ Προφήτης
Πανάμωμε, Ὅν ἐν δυσὶ ταῖς οὐσίαις, ἀπεγέννησας, ᾧ κραυγάζομεν· δόξα
Χριστὲ τῇ δυνάμει Σου.
Τοῦ ὁσ. Συμεὼν. Εἰσακήκοα Κύριε.
Οὐκ ἐν ψάμμῳ πανόλβιε, ἀλλ᾿ ἐν βαθυτάτοις, πόνοις σου θέμενος, τὴν κρηπῖδα τῆς ἀσκήσεως, ἀρετῶν ἐδείμω πύργον ἄσειστον.
Νεμομένης τὸ σῶμά σου, σχοίνου τραχυτάτης φόβῳ καθήλωσαι, τῷ τοῦ Πνεύματος, καὶ σχοίνισμα, κληρουχίας θείας εὗρες Ὅσιε.
Ὑπενόστει τοῦ σώματος, τὰ ἐγκεκρυμμένα πάθη πανόλβιε, ἐν σαπρίᾳ κοιταζόμενον, τῶν σκωλήκων Πάτερ δεδιότων σε.
Μετὰ Πάθος ἑκούσιον, τὸν ζωοποιὸν Νεκρὸν ἐκμιμούμενος, ὥσπερ μνήματι τῷ φρέατι, σεαυτὸν ζοφώδει ζῶντα δέδωκας.
Θεοτοκίον.
Τὸν Θεὸν Ὅν ἐκύησας, Ἄχραντε Μαρία δυσώπει πάντοτε, τοῖς οἰκέταις Σου δωρήσασθαι, τῶν πλημμελημάτων τὴν συγχώρησιν.
ᾨδὴ ε΄. Τῆς Ἰνδίκτου. Ἐκ νυκτὸς ὀρθρίζοντες.
Ὁ
πληρῶν τὰ σύμπαντα χρηστότητος Χριστέ, Σὺ εὐκραῆ καὶ εὔφορον, εὐλογίαις
στεφανούμενον, τὸν πολύκυκλον χρόνον, τοῖς δούλοις Σου δώρησαι.
Τὴν τοῦ ἔτους ἄμειψιν ἀνάδειξον ἡμῖν, μεταβολὴν πρὸς κρείττονα, εἰρηναίαν τε κατάστασιν, τοῖς εἰδόσί Σε Λόγε Πατρὶ συναΐδιον.
Ἐπὶ γῆς ἐλήλυθας συνάναρχε Πατρί, τοῖς αἰχμαλώτοις ἄφεσιν, καὶ πηροῖς ἀνάβλεψιν, πρὸς Πατρὸς ἀναγγέλλων, ὁ χρόνων ἐπέκεινα.
Θεοτοκίον.
Τὰς ἡμῶν ἐλπίδας Θεοτόκε Ἁγνή, καὶ τὴν ἡμῶν πεποίθησιν, ἐπὶ Σὲ ἀνατιθέμεθα· εὐμενῆ ἡμῖν δίδου, Παρθένε Ὅν ἔτεκες.
Τῶν Ἁγίων Γυναικῶν. Ἀσεβεῖς οὐκ ὄψονται.
Ὡς
ἀμνάδες ἄμωμοι, ὡς θύματα δεκτά, τῷ Ἀμνῷ τῷ ἀληθινῷ, καὶ Ποιμένι
Μάρτυρες προσηνέχθητε, προσφοραὶ ὁλόκληροι, καὶ δεκτὰ ὁλοκαυτώματα.
Νεκρωθεῖσαι σώματι, ἐζήσατε ψυχή, τοῦ νεκρώσαντος τὴν ἰσχύν, τοῦ θανάτου Μάρτυρες ὡς μιμησάμεναι, καὶ σταυρὸν καὶ θάνατον, καὶ τὰ πάθη τὰ ἑκούσια.
Μίαν γνώμην φέρουσαι, ἐν σώμασι πολλοῖς, ἕνα Κύριον Ἰησοῦν, διαφόροις μάστιξι καταξαινόμεναι, καὶ πυρὶ καιόμεναι, ὡμολόγουν αἱ θεόφρονες.
Θεοτοκίον.
Ἀνόρθωσον
πεσόντα με, ἐν λάκκῳ πειρασμῶν, καὶ κυβέρνησον ἡ Θεόν, κυβερνήτην
τέξασα, μόνη Πανάμωμε, τὸν τὰ πρὶν ἑνώσαντα, διεστῶτα ἀγαθότητι.
Τοῦ ὁσ. Συμεὼν. Φώτισον ἡμᾶς.
Νέον Δανιήλ, Συμεὼν Χριστὸς σε ἔδειξεν· ἐκ γὰρ λάκκου θηριώδους σε, δι᾿ ἐμφανείας, ἀλώβητον ἀνεκόμισεν.
Ὅλον σεαυτόν, τῷ Κυρίῳ ἀναθέμενος νιφετοῦ κρυμοῦ καὶ καύσωνος, ταῖς ἐναντίαις, πιότησιν ἐγγεγύμνασο.
Νέος Μωϋσῆς, καὶ Ἠλίας ἀναδέδειξαι, ἐν μιᾷ τεσσαρακονθήμερον, τροφῇ ἀνύων, διὰ βίου παντὸς Ὅσιε.
Θεοτοκίον.
Δυσώπησον ἀεί, τὸν Υἱόν Σου καὶ Θεὸν ἡμῶν, Ἀπειρόγαμε Μαρία Ἁγνή, τοῦ καταπέμψαι ἡμῖν τοῖς πιστοῖς τὸ ἔλεος.
ᾨδὴ ς΄. Τῆς Ἰνδίκτου. Τὸν Προφήτην διέσωσας.
Πολιτείας ἀπάρξασθαι, εὐαρέστου Σοι Δέσποτα, σὺν τῇ ἐτησίῳ ὑπάρξει, ἡμᾶς καταξίωσον.
Ἡμερῶν τῶν τοῦ Πνεύματος, ἐν μεθέξει τοῦ νόμου Σου, ἀνάδειξον πλήρεις οἰκτίρμον, Σωτὴρ τοὺς ὑμνοῦντάς Σε.
Θεοτοκίον.
Τοὺς εἰς Σὲ καταφεύγοντας, ἀπὸ πάσης δεόμεθα, ῥῦσαι ἀπειλῆς ἡ τεκοῦσα, Χριστὸν τὸν Θεὸν ἡμῶν.
Τῶν Ἁγίων Γυναικῶν. Ἐβόησε, προτυπῶν.
Ῥηγνύμενον,
καὶ ποσὶ γυναικῶν συμπατούμενον, καθορῶσα, ἡ Προμήτωρ ἐνθέως ἀγάλλεται,
τὸν αὐτὴν δολίως, Παραδείσου τὸ πρὶν ἐξορίσαντα.
Τὴν ἄσκησιν, τῇ ἀθλήσει προθύμως συνάψασαι, τῷ Νυμφίῳ, τῶν ψυχῶν νῦν ἀφθόρως συνήφθητε, καὶ νυμφῶνι θείῳ, γηθομένη ψυχὴ ἐναυλίζεσθε.
Ὑψούμενα, τῶν βασάνων τὰ ἄγρια κύματα, τῶν Μαρτύρων, τὰς ὁλκάδας βυθίσαι οὐκ, ἴσχυσαν· κραταιᾷ χειρὶ γάρ, πρὸς τοὺς θείους λιμένας κατήντησαν.
Θεοτοκίον.
Ῥημάτων
Σου, τὰς ἐκβάσεις ὁρῶσα μεγάλυνον, ἐπὶ πλεῖον, Θεομῆτορ τὸν Σὲ
μεγαλύναντα· γενεαὶ γὰρ πᾶσαι, Σὲ ἰδοὺ ἀληθῶς μακαρίζουσι.
Τοῦ ὁσ. Συμεὼν. Χιτῶνά μοι παράσχου.
Σημείων καὶ τεράτων σε Χριστός, αὐτουργὸν ἀνέδειξε, τῆς θείας μακάριε, ἐνεργείας δεδειχὼς ἐνδιαίτημα.
Ὑψώθη σου τὸ σῶμα Συμεών, ὡς σταυρῷ τῷ κίονι· διὸ συνδεδόξασαι, τῷ ἐν ξύλῳ διὰ σὲ ὑψωθέντι Χριστῷ.
Μετάρσιον πορείαν ἐφευρών, Συμεὼν θεσπέσιε, πρὸς ὕψος οὐράνιον, τοὺς ὑμνοῦντάς σε πιστῶς ἀνακόμιζε.
Θεοτοκίον.
Ναὸν Σε τοῦ Θεοῦ καὶ κιβωτόν, καὶ παστάδα ἔμψυχον, καὶ πύλην οὐράνιον, Θεοτόκε οἱ πιστοὶ καταγγέλλομεν.
Κοντάκιον τῆς Ἰνδίκτου. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Ὁ
ἀρρήτῳ σύμπαντα, δημιουργήσας σοφίᾳ, καὶ καιροὺς ὁ θέμενος, ἐν τῇ Αὐτοῦ
ἐξουσίᾳ, δώρησαι, τῷ φιλοχρίστῳ λαῷ Σου νίκας· ἔτους δέ, τάς τε
εἰσόδους καὶ τάς ἐξόδους, εὐλογήσαις κατευθύνων, ἡμῶν τὰ ἔργα πρὸς θεῖόν
Σου θέλημα.
Ἕτερον. Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ. Ἰακώβου Πρωτοψάλτου.
Ὁ
τῶν αἰώνων Ποιητὴς καὶ Δεσπότης, Θεὲ τῶν ὅλων Ὑπερούσιε ὄντως, τὴν
ἐνιαύσιον εὐλόγησον περίοδον, σῴζων τῷ ἐλέει Σου τῷ ἀπείρῳ, Οἰκτίρμον,
πάντας τοὺς λατρεύοντας, Σοὶ τῷ μόνῳ Δεσπότῃ, καὶ ἐκβοῶντας φόβῳ,
Λυτρωτά· εὔφορον πᾶσι τὸ ἔτος χορήγησον, Κύριε.
Ὁ Οἶκος. Τοῦ αὐτοῦ.
Ἀρρήτῳ
πάντα ὡς Θεῷ ποιήσαντι σοφίᾳ ἰσχύι τε παντουργικῇ, διασῴζοντι πάντα τὸν
ὕμνον, δέει ἐκ ψυχῆς προσάγομεν ἐντρόμως, δυσωποῦντες παρασχεῖν
εὐφορίαν τῇ γῇ, ἐν τῇ σήμερον ἐτησίῳ ἀπαρχῇ, παντὸς ῥυσθῆναι δυσχεροῦς,
ὁρατῶν καὶ ἀοράτων δυσμενῶν, ἐν ταῖς αἰσίαις κράζοντες περιόδοις·
εὔφορον πᾶσι τὸ ἔτος χορήγησον, Κύριε.
Συναξάριον.
Τῇ Α´ τοῦ αὐτοῦ μηνός, Ἀρχὴ τῆς Ἰνδίκτου, ἤτοι τοῦ νέου ἔτους.
Στίχοι·
Ἴνδικτον ἡμῖν εὐλόγει νέου Χρόνου,
Ὦ καὶ Παλαιέ καὶ δι᾿ ἀνθρώπους Νέε.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμην ποιοῦμεν τοῦ γενομένου θαύματος παρὰ τῆς Ἁγίας Θεοτόκου ἐν τῇ Μονῇ τῶν Μιασηνῶν, καὶ μνήμη τοῦ γενομένου ἐμπρησμοῦ.
Στίχοι·
Αὐθαιρέτως ἄνεισιν ἄγρα τις ξένη,
Λίμνης βυθοῦ πάντιμος εἰκὼν Παρθένου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Συμεὼν τοῦ Στυλίτου.
Στίχοι·
Λιπὼν Συμεὼν τὴν ἐπὶ στύλου βάσιν,
Τὴν ἐγγὺς εὗρε τοῦ Θεοῦ Λόγου στάσιν.
Ὑψιβάτης Συμεὼν Σεπτεμβρίου ἔκθανε πρώτῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Μάρθας, μητρὸς τοῦ Ὁσίου Συμεών, καὶ τῆς Ὁσίας Εὐανθίας, καὶ ἡ κοίμησις τοῦ Δικαίου Ἰησοῦ τοῦ Ναυῆ.
Στίχοι·
Ἐν γῇ ξενίζει Μάρθα τὸν Χριστὸν πάλαι·
Σὲ δὲ ξενίζει Μάρθα Χριστὸς ἐν πόλῳ.
Ὃν τοῦ τρέχειν ἔστησεν ἥλιον πάλαι,
Λιπὼν Ἰησοῦς, Ἥλιον δόξης βλέπει.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων τεσσαράκοντα Γυναικῶν, Μαρτύρων, Παρθένων καὶ Ἀσκητριῶν, καὶ Ἀμμοῦν Διακόνου, τοῦ διδασκάλου αὐτῶν.
Στίχοι·
Δισεικαρίθμοις παρθένοις πῦρ καὶ ξίφος,
Θεοῦ προεξένησαν Υἱὸν νυμφίον.
Ἀμμοῦν καλύπτραν ἔμπυρον δεδεγμένος,
Τὸ σαρκικὸν κάλυμμα χαίρων ἐξέδυ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ αὐταδέλφων Εὐόδου, Καλλίστης καὶ Ἑρμογένους.
Στίχοι·
Κάλλιστον ὄντως εὗρε Καλλίστη τέλος,
Σὺν τοῖς καλοῖς τμηθεῖσα διττοῖς συγγόνοις.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Μελετίου τοῦ Νέου, τοῦ ἐν τῷ Ὄρει τῆς Μυουπόλεως ἀσκήσαντος.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Ἀγγελῆ, τοῦ ἐν ΚΠόλει ξίφει τελειωθέντος, ἐν ἔτει 1680.
Τῇ αὐτῇ ἡμέρᾳ ἡ Σύναξις τῆς Εἰκόνος τῆς Θεοτόκου, τῆς καλουμένης Παμμακαρίστου, τῆς ἐν ΚΠόλει.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Τῆς Ἰνδίκτου. Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες.
Ἀρχόμενοι
τοῦ ἔτους καὶ τῶν ὕμνων, ἀπαρχὴν ποιούμεθα τῷ βασιλεύοντι Χριστῷ,
βασιλείαν τὴν ἀπέραντον, ὁ Ὀρθόδοξος λαός, εὐσεβῶς μέλποντες· ὁ τῶν
Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Ὁ ὢν πρὸ τῶν αἰώνων, ἐπ᾿ αἰῶνα τε καὶ ἔτι Κύριος, τοῖς ἀναμέλπουσι Χριστέ, ἡ πηγὴ τῆς ἀγαθότητος, τῶν χρηστῶν Σου δωρεῶν τὸ ἔτος πλήρωσον· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Οἱ
δοῦλοι τῷ Δεσπότῃ, εἰς πρεσβείαν τὴν ἁγνὴν Μητέρα Σου, Σοὶ προβαλλόμεθα
Χριστέ, ἀπὸ πάσης περιστάσεως, τὸν λαόν Σου Ἀγαθὲ ῥυσθῆναι ψάλλοντα· ὁ
τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Τῶν Ἁγίων Γυναικῶν. Ὁ διασώσας ἐν πυρὶ.
Ὡς
ἀκατάπληκτον τὸ σόν, φρόνημα Ἀμμοῦν θεοφόρε· καὶ γὰρ ἐξάρχων τοῦ χοροῦ,
τῶν Παρθένων, βασάνους οὐκ ἔπτηξας, σὺν αὐταῖς τελειούμενος, ὡς
Διάκονος καὶ μύστης τῆς θείας δόξης.
Νυμφαγωγὸς οἷα σοφός, λόγοις ὑπαλείφεις ἀνδρείας, πρὸς τὸν Νυμφίον ἀφορᾶν, καὶ σαρκὸς καρτερεῖν τὰ ἐπίπονα, κραυγαζούσας τὰς Μάρτυρας· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.
Μὴ ἀποκάμωμεν ἰδού, ἤνοικται τὸ στάδιον Κόραι· στῶμεν ἀνδρείως ὁ Χριστός, τοὺς στεφάνους προτείνει, τοῦ σώματος, ἑαυτῶν μὴ φεισώμεθα, ἀνεβόων αἱ γενναῖαι ἐν τῷ σταδίῳ.
Θεοτοκίον.
Εὐλογημένος
ὁ καρπός, τῆς εὐλογημένης γαστρός Σου, Ὅν εὐλογοῦσιν οὐρανῶν, αἱ
Δυνάμεις, βροτῶν τε συστήματα, ὡς ἡμᾶς λυτρωσάμενον, τῆς κατάρας τῆς
ἀρχαίας Εὐλογημένη.
Τοῦ ὁσ. Συμεὼν. Παῖδες θεοσεβεῖς.
Ἔλυσας
μὲν αὐχμὸν ἀπορουμένοις, καὶ πύλας αὐτοῖς ὑετοῦ ἤνοιξας, καὶ τὴν γῆν
κλονουμένην ἐντεύξεσιν ἔστησας, καὶ λαοὺς κραυγάζειν ἐδίδαξας· εὐλογητὸς
ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Ὡς μέγιστος φωστὴρ τῆς Ἐκκλησίας, πολύφωτός τε Συμεὼν ἥλιος, πανταχοῦ τὰς ἀκτῖνας, ἐκπέμπων ἐφώτιζες, καὶ λαοὺς κραυγάζειν ἐδίδασκες· εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Νάματα πανταχόθεν συῤῥυέντα, θεράπον Χριστοῦ, ἀνθρώπων πέλαγος, ἐν τῇ μάνδρᾳ τῆς σῆς, συνεκρότει ἀσκήσεως, ὑπὸ σοῦ βοᾶν παιδευόμενοι· εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Πάλαι μὲν τοῦ Πρεσβύτου ταῖς ἀγκάλαις, πλαξὶ δὲ τῆς σῆς καρδίας Ὅσιε, ἀοράτῳ δυνάμει, Χριστὸς ἀνεπαύσατο, Συμεών· διὸ ἀνεκραύγαζες· εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Ἔπρεπε
τῷ ἀσπόρως σαρκουμένῳ, ἐκ Σοῦ προελθεῖν Παρθένε Ἄχραντε· Σὺ γὰρ ἔφυσας
τὸν πάντων Ἁγνὴ ἀνυπέρβλητον, ᾧ βοῶντες, ὕμνοις κραυγάζομεν· εὐλογητὸς ὁ
Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
ᾨδὴ η΄. Τῆς Ἰνδίκτου. Τὸν τοὺς ὑμνολόγους ἐν καμίνῳ.
Ὡς
ἀρχηγῷ τῆς σωτηρίας Χριστέ, ἀπαρχὴν Σοι προσφέρει τὴν ἐνιαύσιον, ἡ
σεπτὴ Ἐκκλησία κραυγάζουσα· ὑμνεῖτε, καὶ ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς
αἰῶνας.
Τὸν ἐκ μὴ ὄντων τὰ πάντα σοφῶς, καινουργήσαντα Κτίστην, καὶ διεξάγοντα τῶν καιρῶν τὰς ἑλίξεις βουλήματι, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε Αὐτὸν εἰς τοὺς αἰῶνας.
Τῷ διεξάγοντι τὰ πάντα Θεῷ, καὶ καιροὺς ἀλλοιοῦντι, πρὸς τὴν πολύτροπον τῶν ἀνθρώπων κυβέρνησιν ψάλλομεν· ὑμνεῖτε, καὶ ὑπερυψοῦτε Αὐτὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Τὴν
Θεομήτορα Παρθένον ἁγνήν, ἐν ἐτῶν περιόδοις καὶ ἑλίξεσιν, Ὀρθοδόξων
βροτῶν τὰ συστήματα, ὑμνοῦμέν Σε ὡς Θεοτόκον, καὶ πάντων σωτηρίαν.
Τῶν Ἁγίων Γυναικῶν. Παῖδας εὐαγεῖς.
Λαμπροὺς
καὶ φαιδροὺς ὡς ἐξ αἱμάτων, χιτῶνας μαρτυρικῶς περιεβάλεσθε,
συναπεκδυσάμεναι, ὄντως τὸν φθειρόμενον, ταῖς ἁμαρτίαις ἄνθρωπον, καὶ
ἀναμέλπουσαι· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας
τοὺς αἰῶνας.
Πλουσίου φωτὸς φωτοχυσίαις, Ἡλίου τοῦ νοητοῦ θείαις λαμπρότησιν, Μάρτυρες λαμπόμεναι, νύκτα παρεδράμετε, τῆς ἀθεΐας ψάλλουσαι ἐν ὁμονοίᾳ ψυχῆς· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὡς ἄρνες, ὡς ἄσπιλοι ἀμνάδες, ὡς θεῖαι περιστεραὶ καὶ ἐθελούσια, θύματα προσήχθητε, Μάρτυρες τῷ Κτίσαντι, καὶ ὡς θυσίαι ἄμωμοι, συμφώνως ψάλλουσαι· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Προστάξει τυράννων παρανόμων, τὸν ἄδικον θάνατον ὑπέστητε, μέλη συγκοπτόμεναι, ῥάβδοις συντριβόμεναι, ἀνηλεῶς τυπτόμεναι, ξίφει τεμνόμεναι· διὸ τὰς ἀθανάτους κληροῦσθε, ἐν ἀγαλλιάσει πλουσίας ἀντιδόσεις.
Θεοτοκίον.
Ὀπίσω
Σου ἔδραμον γυναῖκες, τῶν μύρων τῶν ἡδυπνόων ἐπαισθόμεναι, Πάναγνε
Θεόνυμφε, μόνη Ἀπειρόγαμε, τοῦ ἐκ γαστρός Σου λάμψαντος, μονογενοῦς
Υἱοῦ, καὶ Σοὶ συμβασιλεύουσιν ὄντως, ἀνυμνολογοῦσαι Χριστὸν εἰς τοὺς
αἰῶνας.
Τοῦ ὁσ. Συμεὼν. Τὸν ἐν ὄρει ἁγίῳ.
Ἀπὸ
πάσης χωρήσας προσπαθείας, καὶ μητρῴαν ἀσθένειαν οἰκτείρας, οἷά περ ζῶν
ἐφάνης μετὰ θάνατον, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε βοῶν εἰς τοὺς
αἰῶνας.
Νεανίαν συσφίγγεις παρεθέντα, καὶ τὴν κλίνην τὸν φύλαρχον προστάττεις, ἐπὶ τῶν ὤμων φέρειν ἱερώτατε, Κύριον ὑμνοῦντα, καὶ ὑπερυψοῦντα εἰς πάντας τοὺς αἰῶνας.
Ὁ λαμπρύνας Ιὼβ διὰ τοῦ πάθους, ἡλκωμένης σαρκός σου τὴν σαπρίαν, εἰς μαργαρίτην ἔτρεψε πολύτιμον, σὲ Χριστοῦ θεράπον, Συμεὼν δοξάζων, εἰς πάντας τοὺς αἰῶνας.
Λῃσταρχοῦντα ἀλάστορα ὡς πάλαι, ἐπὶ ξύλου Λῃστὴν προσεκαλέσω, ταῖς Συμεὼν ὦ Δέσποτα ἐντεύξεσιν· ὅθεν Σε ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Τὴν
δι᾿ Ἀγγέλου τὸ Χαῖρε δεξαμένην, καὶ τεκοῦσαν τὸν Κύριον τῆς δόξης, καὶ
τὸ φῶς τῷ κόσμῳ ἀνατείλασαν, πάντες Σὲ ὑμνοῦμεν, καὶ δοξολογοῦμεν,
Παρθένε Θεοτόκε.
ᾨδὴ θ΄. Τῆς Ἰνδίκτου. Τύπον τῆς ἁγνῆς λοχείας Σου.
Λόγε
τοῦ Θεοῦ καὶ Δύναμις, ἡ ἀληθὴς Σοφία καὶ ἐνυπόστατος, ἡ συνέχουσα, καὶ
κυβερνῶσα τὰ πάντα σοφῶς, καὶ τὸν νῦν ἐπιστάντα τοῖς δούλοις Σου, καιρὸν
ἐν καταστάσει, γαληνιώσῃ διεξάγαγε.
Μόνη πρὸ αἰώνων πέφυκας, ὡς ποιητὴς αἰώνων καὶ βασιλεύουσα, τρισυπόστατε, μία θεότης ἀμέριστε, ταῖς λιταῖς τῆς ἁγνῆς Θεομήτορος, τὸν νικηφόρον, τῇ κληρουχίᾳ Σου ἀνάδειξον.
Θεοτοκίον.
Σῶτερ
τοῦ παντὸς καὶ Πρύτανι, Δημιουργὲ καὶ Παντοκράτορ τῆς κτίσεως, ταῖς
δεήσεσι, τῆς ἀλοχεύτως τεκούσης Σε, τὴν εἰρήνην τῷ κόσμῳ Σου δώρησαι,
τηρῶν τήν Ἐκκλησίαν, ἀκαταπαύστως ἀστασία-στον.
Τῶν Ἁγίων Γυναικῶν. Εὔα μὲν τῷ τῆς παρακοῆς.
Νάουσιν
ἰάσεων κρουνοὺς τοῖς χρῄζουσιν, ὡς ἐκ κρήνης αἱ πανόλβιοι, παύουσι
λύμην νοσημάτων, παθῶν ἀποδιώκουσι καύσωνα, καρδίας τῶν φιλοθέων
ἀρδεύουσι, πρός εὐκαρπίαν θείων πράξεων.
Ὁ θεῖος Διάκονος Ἀμμοῦν, Κελσίνα τε, καὶ πρὸς τούτοις τεσσαράκοντα, θεῖαι θεόφρονες γυναῖκες, ἀθλήσασαι νομίμως ἐστέφθησαν· καὶ νῦν μετὰ Ἀγγέλων χορεύουσιν, ἃς κατὰ χρέος μακαρίζομεν.
Ὑψώθητε κράτος κατ᾿ ἐχθρῶν ἀράμεναι, Ἀγγέλοις ὡμοιώθητε, ξύλου τρυφᾶτε ἀκωλύτως, ζωῆς ἐν Παραδείσῳ θεόνυμφοι, πηγήν νῦν τῶν καλῶν κατειλήφατε, ὑπὲρ τοῦ κόσμου ἱκετεύουσαι.
Θεοτοκίον.
Σοφίας
χωρίον ὑπὲρ νοῦν τῆς κρείττονος, ἀνεδείχθης Κόρη Ἄμωμε, ἔμψυχος θρόνος
τε καὶ πύλη· διὸ ὡς Βασιλίδα ἠγάπησαν, παρθένοι Σε Παρθένε ὀπίσω Σου,
ἀπενεχθεῖσαι τῆς Θεόπαιδος.
Τοῦ ὁσ. Συμεὼν. Τὸν προδηλωθέντα.
Βεβασιλευκότα,
παθῶν διὰ καρτερίας, ὁ Χριστὸς σε προσήκατο, Συμεὼν θεοφόρε, τῆς Αὐτοῦ
κοινωνὸν σκηπτρουχίας· ὅθεν σε ὕμνοις μεγαλύνομεν.
Ἰαματικῆς χάριτος κατηξιωμένος, ἐξ ἀσύλων τοῦ Πνεύματος, θησαυρῶν θεοφόρε, Συμεὼν τὰς ἰάσεις βραβεύεις, τοῖς πανηγυρίζουσι τὴν μνήμην σου.
Ἐπιβεβηκώς, Ὅσιε τῆς οὐρανοδρόμου, ἀρετῆς καὶ αἰθέριον ἆθλον ἐνδεδειγμένος, καὶ πρὸς σκηνὰς ἀναπτὰς οὐρανίους, πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον.
Βάτος
καιομένη, πυρὶ καὶ μὴ φλεγομένη, ἀνεδείχθης ὦ Παρθένε, συλλαβοῦσα
ἀσπόρως, τὸν Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, Ὅν ἀκαταπαύστως μεγαλύνομεν.
Ἐξαποστειλάριον τῆς Ἰνδίκτου. Ἦχος β΄. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Θεὲ
Θεῶν καὶ Κύριε, τρισυπόστατε φύσις, ἀπρόσιτε ἀΐδιε, ἄκτιστε καὶ τῶν
ὅλων, δημιουργὲ Παντοκράτορ, Σοὶ προσπίπτομεν πάντες, καὶ Σὲ
καθικετεύομεν· τὸ παρόν ἔτος τοῦτο, ὡς ἀγαθός, εὐλογήσας φύλαττε ἐν
εἰρήνῃ, τούς βασιλεῖς καὶ ἅπαντα, τὸν λαόν Σου Οἰκτίρμον.
Τοῦ ὁσ. Συμεών. Ὅμοιον.
Φωστῆρος
δίκην Ὅσιε, ὁ φωσφόρος σου βίος, ἀστράψας κατεφώτισε, τὴν ὑφήλιον
πᾶσαν, ταῖς τῶν θαυμάτων ἀκτῖσι· διὰ στύλου γὰρ Πάτερ, ἀνῆλθες ὡς ἐν
κλίμακι, πρὸς Θεὸν ἔνθα πάντων, τῶν ὀρεκτῶν, Συμεὼν τὸ ἔσχατον ὄντως
πέλει, ὑπὲρ ἡμῶν δεόμενος, τῶν τιμώντων σε μάκαρ.
Θεοτοκίον. Ὅμοιον.
Δημιουργὸς
καὶ Πρύτανις, πάσης κτίσεως πέλων, καιροὺς καὶ χρόνους θέμενος, ἐν τῇ
Σῇ ἐξουσία, τὸν ἐνιαύσιον κύκλον, εὐλογίαις Οἰκτίρμον, χρηστότητος
στεφάνωσον, ἐν εἰρήνῃ φυλάττων, Σοῦ τὸν λαόν, ἀβλαβῆ ἀπήμαντον
δυσωποῦμεν, πρεσβείαις τῆς τεκούσης Σε, καὶ τῶν θείων Ἀγγέλων.
Εἰς τοὺς Αἴνους ἱστῶμεν Στίχους δ´ καὶ ψάλλομεν Στιχηρὰ Ἰδιόμελα τῆς Ἰνδίκτου. Ἦχος γ´. Ἰωάννου Μοναχοῦ.
Προαιώνιε
Λόγε τοῦ Πατρός, ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων, καὶ συστησάμενος τὴν κτίσιν
ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι· ὁ καιροὺς καὶ χρόνους ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ
θέμενος, εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός Σου,
δωρούμενος εἰρήνην ταῖς Ἐκκλησίαις Σου, νίκας τῷ πιστοτάτῳ βασιλεῖ,
εὐφορίαν τε τῇ γῇ, καὶ ἡμῖν τὸ μέγα ἔλεος.
Ἦχος δ´. Τοῦ αὐτοῦ.
Ἡ
βασιλεία Σου Χριστὲ ὁ Θεός, βασιλεία πάντων τῶν αἰώνων· καὶ ἡ δεσποτεία
Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ· πάντα γὰρ ἐν σοφίᾳ ἐποίησας, καιροὺς ἡμῖν
καὶ χρόνους προθέμενος· διὸ εὐχαριστοῦντες κατὰ πάντα καὶ διὰ πάντα
βοῶμεν· εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός Σου, καὶ
καταξίωσον ἡμᾶς ἀκατακρίτως βοᾶν Σοι· Κύριε δόξα Σοι.
Ὁ αὐτός. Ἀνδρέου Πυροῦ.
Αἱ
πορεῖαί Σου ὁ Θεός, αἱ πορεῖαί Σου μεγάλαι καὶ θαυμασταί· διὸ τῆς
οἰκονομίας Σου, τὴν δυναστείαν μεγαλυνοῦμεν, ὅτι φῶς ἐκ φωτός,
ἐπεδήμησας εἰς ταλαίπωρον κόσμον Σου, καὶ τὴν πρώτην ἀνεῖλες ἀράν, τοῦ
παλαιοῦ Ἀδάμ, ὡς ηὐδόκησας Λόγε, καὶ ἡμῖν ἐν σοφίᾳ, καιροὺς καὶ χρόνους
ὑπέθου, τοῦ δοξάζειν τὴν παντουργικήν Σου ἀγαθότητα· Κύριε δόξα Σοι.
Ἦχος β´. Γερμανοῦ.
Ὅτε
τῷ πάθει Σου Κύριε, τὴν οἰκουμένην ἐστερέωσας, τότε καὶ οἱ ἀσθενοῦντες
περιεζώσαντο δύναμιν. Γυναῖκες ἠνδρίσαντο, κατὰ τοῦ πικροτάτου τυράννου·
καὶ τὴν ἧτταν τῆς μητρὸς ἀνακαλεσάμεναι, πάλαι ἐν τῇ τρυφῇ τοῦ
Παραδείσου γεγόνασιν, εἰς δόξαν Σοῦ τοῦ γεννηθέντος ἐκ γυναικός, καὶ
σώσαντος τὸ γένος τῶν ἀνθρώπων.
Δόξα. Τοῦ ὁσ. Συμεών. Ἦχος β´. Γερμανοῦ.
Ἐκ
ῥίζης ἀγαθῆς, ἀγαθὸς ἐβλάστησε καρπός, ὁ ἐκ βρέφους ἱερὸς Συμεών,
χάριτι μᾶλλον ἢ γάλακτι τραφείς· καὶ ἐπὶ πέτραν τὸ σῶμα ὑψώσας, πρὸς
Θεὸν δὲ ὑπερυψώσας τὴν διάνοιαν, αἰθέριον διεδομήσαντο ταῖς ἀρεταῖς
ἐνδιαίτημα· καὶ ταῖς θείαις Δυνάμεσι συμμετεωροπορῶν, Χριστοῦ γέγονεν
οἰκητήριον, τοῦ Θεοῦ καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς Ἰνδίκτου. Ἦχος πλ. δ´. Γερμανοῦ.
Ὁ
ἀρρήτῳ σοφίᾳ συστησάμενος τὰ σύμπαντα, Λόγε Χριστὲ ὁ Θεός, ὁ καιροὺς
καὶ χρόνους ἡμῖν προθέμενος, τὰ ἔργα τῶν χειρῶν Σου εὐλόγησον, τὸν δὲ
πιστὸν βασιλέα ἐν τῇ δυνάμει Σου εὔφρανον, διδοὺς αὐτῷ κατὰ βαρβάρων τὴν
ἰσχύν, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.
Μεγάλη Δοξολογία καί Ἀπόλυσις.
Πηγή: proseyxi.com
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου