«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Παρασκευή 2 Σεπτεμβρίου 2022

2α Σεπτεμβρίου


 

 Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν

 
Τῇ Β´ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μάμαντος.
Στίχοι
Ἀκμαῖος ὢν Τριάδος εἰς πίστιν Μάμας,
Ἀκμαῖς τριαίνης καρτερεῖ τετρωμένος.
Δευτερίῃ χολάδες Μάμαντος χῦντο τριαίνῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου, Πατριάρχου Κωνσταντινουπόλεως τοῦ Νηστευτοῦ.
Στίχοι
Τοῖς μὴ ῥέουσιν ἐντρυφᾷς νῦν ἡδέσι,
Νηστευτὰ ῥευστῶν ἡδονῶν Ἰωάννη.

Ἅγιος Διομήδης σπαθιζόμενος τελειοῦται.
Στίχοι
Σίδηρος εἰς σίδηρον ὢν Διομήδης,
Πρὸς τοὺς σπαθισμοὺς ἀνδρικῶς ἐκαρτέρει.

Ἅγιος Ἰουλιανός, ξύλῳ θλασθεὶς τὴν κεφαλήν, τελειοῦται.
Στίχοι
Ἰουλιανός, συντριβεὶς κάραν ξύλῳ,
Τὸν πρὸς Θεὸν νοῦν σῶος εἰς τέλος μένει.

Ἅγιος Φίλιππος ξίφει τελειοῦται.
Στίχοι
Ἵππον ταχὺν Φίλιππος τὴν τομὴν ἔχων,
Πρὸς τὸν φιλοῦντα θᾶττον ἦλθε Δεσπότην.

Ἅγιος Εὐτυχιανὸς ἐν ἐσχάρᾳ πυρὸς τελειοῦται.
Στίχοι
Εὐτυχιανός, πυρποληθεὶς ἐσχάρᾳ,
Εἰς εὐτυχῆ μετῆλθε κλῆρον Μαρτύρων.

Ἅγιος Ἡσύχιος ἀπαγχονισθεὶς τελειοῦται.
Στίχοι
Ποθῶν τὸν ὄντως Ἡσύχιος Δεσπότην,
Καὶ τὸν δι᾿ αὐτὸν ἡσύχως φέρει βρόχον.

Ἅγιος Λεωνίδης πυρὶ τελειοῦται.
Στίχοι
Τοῦ πρὸς Θεὸν σε φλὸξ πόθου, Λεωνίδη,
Ἔπειθε ῥᾷστα καὶ φλογὸς φέρειν βίαν.

Ἅγιος Εὐτύχιος σταυρωθεὶς τελειοῦται.
Στίχοι
Βαίνων κατ᾿ ἴχνος Εὐτύχιος Κυρίου,
Δίκην ἐκείνου καρτερεῖ σταυροῦ πάθος.

Ἅγιος Φιλάδελφος, λίθῳ τὸν τράχηλον βαρυνθείς, τελειοῦται.
Στίχοι
Σαρκὸς βάρος πᾶν ἐκλιπὼν λίθου βάρει,
Ἀνῆλθε κοῦφος Φιλάδελφος εἰς πόλον.

Ἅγιος Μελάνιππος πυρὶ τελειοῦται.
Στίχοι
Εἴπερ τι Μελάνιππος εἶχε καὶ μέλαν,
Κάθαρσιν εὗρεν, εἰς τὸ πῦρ βεβλημένος.

Ἁγία Παρθαγάπη ἐν τῇ θαλάσσῃ τελειοῦται.
Στίχοι
Θνῄσκεις θαλάσσης ἔνδον, ὦ Παρθαγάπη,
Καὶ δωρεῶν θάλασσαν εὑρίσκεις ἄνω.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν δικαίων ἱερέων, Ἐλεαζάρου καὶ Φινεές, καὶ τῶν Ἁγίων Μαρτύρων Ἀειθαλᾶ καὶ Ἀμμοῦν.

 
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

 Πηγή: Μηναῖον Σεπτεμβρίου &  glt.goarch.org

 

Δεν υπάρχουν σχόλια: