Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἀκίνδυνον
μέλψωμεν, σὺν Ἀφθονίῳ ὁμοῦ,
κλεινὸν Ἀνεμπόδιστον, Ἐλπιδηφόρον στερρόν, Πηγάσιον ἔνδοξον·
οὗτοι γὰρ ἀκινδύνως, ἐξ ἀφθόνου κρατῆρος,
πηγάζουσι τοῖς ἐλπίδι, ἀρραγεῖ προσιοῦσι,
χαρίτων ἀνεμποδίστων, κρήνην θεόβρυτον.
Κοντάκιον. Ἦχος α’. Τὸν τάφον σου Σωτήρ.
Ὡς
ἄστρα ἀπλανῆ, τοῦ Ἡλίου τῆς δόξης,
ἀνέλαμψαν ἐν γῇ, οἱ Χριστοῦ στρατιῶται,
τὸν ζόφον διώκοντες, τῶν παθῶν καὶ πηγάζοντες,
χάριν ἄφθονον, ἀνεμποδίστως τοῖς πᾶσι,
καὶ ἀκίνδυνον, τὴν σωτηρίαν δοροῦνται,
ἐλπίδι τῆς πίστεως.
Μεγαλυνάριον.
Ὄμιλος
πεντάριθμος Ἀθλητῶν,
διηγωνισμένων, ἐν Κυρίῳ μαρτυρικῶς,
πρόκειται εἰς αἶνον· αὐτοῖς οὖν ἐκβοῶμεν·
χαίρετε Ἀθλοφόροι, Χριστοῦ πανθαύμαστοι.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου