«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Δευτέρα 1 Οκτωβρίου 2018

Τῆς Παναγίας τῆς Γοργοϋπηκόου





Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.

Τήν Γοργοϋπήκοον τῆς Θεοτόκου εἰκόνα 
πάντες εὐφημήσωμεν, 
Σελήνην τήν ἔνδοξον καί ὁλόφωτον, 
τήν λαμπράν ἅλωνα, σφαῖραν τήν οὐράνιον 
και πολύαστρον ὑπάρχουσαν˙ 
Ἄρκτον ἑπτάστερον, δι’ ἧς πρός θεόν ὁδηγούμεθα˙
 Παρθένον ἀγλαόμορφον 
ἄστροις τε πολλοῖς διαυγάζουσαν, 
Πλειάδα ὡραίαν 
καί ἶριν ποικιλόχροον, δι’ ἧς 
κατακλυσμοῦ ἡμᾶς ῥύεται 
πάντοτε ὁ Κύριος.

Ὅμοιον.
Πάντων τά αἰτήματα, Γοργοϋπήκοε Κόρη, 
πλήρωσον τῶν δούλων σου 
τῶν εἰς σέ ἐκ πίστεως προσιόντων σοι 
καί τήν σήν, ἄχραντε, ἐπικαλουμένων 
ἀρωγήν τε καί ἀντίληψιν˙ ἐκ πάσης θλίψεως
 καί ἀσθενειῶν καί κακώσεων 
ψυχῆς ὁμοῦ καί σώματος 
ἅπαντας ἡμᾶς ἐλευθέρωσον, 
ἵνα σέ ὑμνῶμεν 
δοξάζοντες Χριστόν τόν σόν Υἱόν,
 ὅν ἐκδυσώπει, πανύμνητε, 
σῶσαι τάς ψυχάς ἡμῶν.

Πηγή: gorgoepikoos.gr 


Κυριακή 30 Σεπτεμβρίου 2018

Εὐαγγέλιον τῆς Κυριακῆς Β΄ Λουκᾶ



Κατὰ Λουκᾶν στ΄31-36.

31 καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως. 

32 καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσι. 

33 καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσι. 

34 καὶ ἐὰν δανείζητε παρ' ὧν ἐλπίζετε ἀπολαβεῖν, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανείζουσιν ἵνα ἀπολάβωσι τὰ ἴσα. 

35 πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανείζετε μηδὲν ἀπελπίζοντες, καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς. 

36 Γίνεσθε οὖν οἰκτίρμονες καθὼς καὶ ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστί. 


Πηγή: Καινὴ Διαθήκη, σελ. 251-252 & myriobiblos.gr   

Ἀνάλυση τοῦ Εὐαγγελίου:  ἐδῶ


Ἀπόστολος τῆς Κυριακῆς Β΄ Λουκᾶ


Ἐπιστολὴ Β΄ Κορινθ. θ΄  6-11.

6 Τοῦτο δέ, ὁ σπείρων φειδομένως φειδομένως καὶ θερίσει, καὶ ὁ σπείρων ἐπ' εὐλογίαις ἐπ' εὐλογίαις καὶ θερίσει. 
7 ἕκαστος καθὼς προαιρεῖται τῇ καρδίᾳ, μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός. 
8 δυνατὸς δὲ ὁ Θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν
9 καθὼς γέγραπται· ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. 
10 Ὁ δὲ ἐπιχορηγῶν σπέρμα τῷ σπείροντι καὶ ἄρτον εἰς βρῶσιν χορηγήσαι καὶ πληθύναι τὸν σπόρον ὑμῶν καὶ αὐξήσαι τὰ γενήματα τῆς δικαιοσύνης ὑμῶν· 
11 ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται δι' ἡμῶν εὐχαριστίαν τῷ Θεῷ·


Ἅγιος Ἀπόστολος Παῦλος 

Πηγή: Καινὴ Διαθήκη, σελ. 734-735 & myriobiblos.gr 


Παρασκευή 28 Σεπτεμβρίου 2018

Αἱ ἐντολαὶ τοῦ Θεοῦ εἶναι τιμιώτεραι ἀφ' ὅλους τοὺς θησαυροὺς τοῦ κόσμου - Ὅσιος Ἰσαάκ ὁ Σύρος


Αἱ ἐντολαὶ τοῦ Θεοῦ εἶναι τιμιώτεραι ἀφ' ὅλους τοὺς θησαυροὺς τοῦ κόσμου, καὶ ὅστις φυλάττει αὐτάς, ἐντὸς αὑτῶν εὑρίσκει τὸν Θεόν.
 
Ὅστις φοβεῖται τὰς ἁμαρτίας, αὐτὸς θέλει διαβῆ ἄνευ προσκόμματος τὴν ἐπίφοβον ὁδόν, καὶ ἐν καίρῳ σκότους ἔμπροσθεν καὶ ἐντὸς αὑτοῦ θέλει εὕρει φῶς ἱλαρόν τοῦ φοβουμένου τὰς ἁμαρτίας ὁ Κύριος φυλάττει τὰ διαβήματα, καὶ ἐν καιρῷ παραπτώματος θέλει προφθάσει αὐτὸν τὸ ἔλεος τοῦ Θεοῦ.
 
 Ὅστις λογίζεται τὰ ἁμαρτήματα αὑτοῦ μικρὰ καὶ ποταπά, πίπτει εἰς ἄλλα μεγαλύτερα καὶ χειρότερα τῶν πρώτων, καὶ ἑπταπλασίως θέλει τιμωρηθῆ.
 
Ὅστις ἀδιαλείπτως ἐπασχολεῖται εἰς τὴν θεωρίαν τοῦ Θεοῦ, αὐτὸς ἀποκτᾷ αὐτὸν θησαυροφύλακα· ὁ δὲ ἐπιθυμῶν τὰ πανάγια αὐτοῦ θελήματα, θέλει ἔχει ὁδηγοὺς τοὺς ἐπουρανίους ἀγγέλους.

Ὅσιος Ἱσαὰκ ὁ Σύρος 

Πηγή: orthodoxfathers.com

Ὦ Κύριε - Ὅσιος Σιλουανὸς ὁ Ἀθωνίτης





Ὦ Κύριε, κάνε μας ἄξιους γιὰ τὴ δωρεὰ τοῦ Ἁγίου Πνεύματος, γιὰ νὰ κατανοήσομε τὴ δόξα Σου καὶ νὰ ζήσουμε στὴ γῆ μὲ εἰρήνη καὶ ἀγάπη. 

Ἂς μὴν ὑπάρχουν πόλεμοι, κακία κι ἐχθροὶ κι ἂς βασιλεύσει μονάχα ἡ ἀγάπη καὶ ἔτσι δὲν θὰ χρειάζονται πιὰ στρατὸς καὶ φυλακὲς καὶ ἡ ζωὴ θὰ εἶναι εὔκολη σὲ ὅλη τὴ γῆ.

Ὅσιος Σιλουανὸς ὁ Ἀθωνίτης 

Πηγή: ἐδῶ

Πέμπτη 27 Σεπτεμβρίου 2018

Τῆς Ἁγίας Νεoμάρτυρος Ἀκυλίνης τῆς Παρθένου




Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ἀκυλίναν τὴν θείαν ἀνευφημήσωμεν, 
οἷα θεόφρονα κόρην καὶ Ἀθληφόρον Χριστοῦ· 
τῇ ἀγάπῃ γὰρ αὐτοῦ πίστει ἠνδρίσατο,
καὶ καθεῖλε τὸν ἐχθρόν, δι’ ἀγώνων ἱερῶν, 
καὶ δόξης τυχοῦσα θείας, Χριστῷ τῷ Λόγῳ πρεσβεύει, 
ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.


Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ἀπαλῷ ἐν σώματι, τὸν πολυμήχανον ὄφιν, 
τῇ λαμπρᾷ ἀθλήσει σου, καταβαλοῦσα παρθένε, 
ἔδραμες, λαμπαδηφόρος τῷ σῷ Νυμφίῳ·
ἔστεψαι, τῆς ἀφθαρσίας τῇ εὐπρεπείᾳ, 
καὶ πρεσβεύεις Ἀκυλίνα,
ὑπὲρ τῶν πίστει ἀνευφημούντων σε.



Μεγαλυνάριον.
Πατρὸς παριδοῦσα τὸ ἀσεβές, 
τῆς μητρὸς τοὺς λόγους, ἐγεώργησας μυστικῶς· 
σὺ γὰρ Ἀκυλίνα, ἀθλήσασα νομίμως, 
τῶν ἀνομούντων ᾔσχυνας τὰ βουλεύματα.

Πηγή: synaxarion.gr 

Τετάρτη 26 Σεπτεμβρίου 2018

Περὶ τῆς Μεταστάσεως τοῦ Ἁγίου Ἰωάννου τοῦ Θεολόγου

 

Ἐπάνοδος στήν Ἔφεσο καί μετάσταση

Ἀφοῦ ἐπανῆλθε πάλι στήν Ἔφεσο ὁ Ἰωάννης, πέρασε ἐκεῖ τήν ὑπόλοιπη ζωή του μέχρι ἑκατόν πέντε ἐτῶν πού μετέστη. Ἔκανε πάρα πολλά θαύματα καί ἐπέστρεψε ἀμέτρητα πλήθη ἀπίστων ἀπό διάφορα ἔθνη στήν πίστη τοῦ Χριστοῦ. 

Ὁ Ἅγιος Ἱερώνυμος ἀναφέρει, ὅτι στήν Ἔφεσο οἱ Χριστιανοί γιά νά φέρουν στίς συναθροίσεις τους τό γέροντα πιά Ἰωάννη, τόν κράταγαν στά χέρια τους. Κι ἐπειδή δέν μποροῦσε πιά νά τούς διδάσκει μέ πολλά λόγια, ἐπαναλάμβανε τή φράση: «Τεκνία μου ἀγαπᾶτε ἀλλήλους» καί συμπλήρωνε: «Αὐτή εἶναι ἡ ἐντολή τοῦ Κυρίου μας καί ὅταν κάνετε τοῦτο, εἶναι ἀρκετό». 

Κάποια μέρα, ἀφοῦ ἔφτασε σ’ ἕνα τόπο, παρήγγειλε στούς μαθητές του νά καθίσουν ἐκεῖ, καί αὐτός ἀφοῦ προχώρησε μπροστά σέ μικρή ἀπόσταση, προσευχήθηκε. Ἦταν πρωί. Ἔπειτα, ἀφοῦ ἐπέστρεψε, πρόσταξε τούς μαθητές του νά σκάψουν τή γῆ σέ σχῆμα σταυροῦ, τόσο μόνον, ὅσο ἦταν τό μέτρο τοῦ σώματός του. Ἀφοῦ ξάπλωσε λοιπόν μέσα σ’ ἐκεῖνον τόν σκαμμένο τόπο, ἀποχαιρέτησε τούς μαθητές του καί εἶπε: «Σύρετε τό χῶμα τῆς γῆς πού εἶναι μητέρα μου καί μέ αὐτό σκεπᾶστε με». Ἐκεῖνοι, ἀφοῦ τόν ἀσπάστηκαν καί τόν ἀποχαιρέτησαν, σκέπασαν τό σῶμα του μέχρι τά γόνατα. Ἔπειτα πάλι, ἀφοῦ τόν ἀσπάστηκαν τόν σκέπασαν μέχρι τόν λαιμό. Καί πάλι ἀφοῦ γιά τρίτη φορά τόν ἀσπάστηκαν, ἔβαλαν πάνω στό ἱερό του πρόσωπο ἕνα μαντήλι. Καί ἔτσι κλαίγοντας πικρά σκέπασαν ὅλο τό σῶμα του. Τότε ἀνέτειλε καί ὁ ἥλιος.

Ἀφοῦ ἔκλαψαν οἱ μαθητές, γιατί ἔμειναν ὀρφανοί ἀπό τόν δάσκαλό τους, γύρισαν στήν πόλη διηγούμενοι τά σχετικά μέ τόν Ἀπόστολο. Οἱ ἄλλοι ἀδελφοί, ὅταν τά ἄκουσαν αὐτά, πῆγαν στόν τάφο καί ἀφοῦ ἔσκαψαν, δέν βρῆκαν τίποτε. Τότε λοιπόν ἐπέστρεψαν κλαίγοντας θερμά γιά τή στέρηση τέτοιου ποιμένος.

Ἀπό τό γεγονός αὐτό δημιουργήθηκε ἡ ἄποψη ὅτι τελικά δέν πέθανε, ἀλλά ὅτι ἀναλήφθηκε, ὅπως ὁ Ἠλίας καί ὁ Ἐνώχ. Ἡ Ἐκκλησία μας, λοιπόν, δέχεται ὅτι στόν ἀγαπημένο μαθητή τοῦ Κυρίου συνέβη ὅ,τι καί μέ τήν Παναγία μητέρα Του. Δηλαδή, ὁ Ἰωάννης ναί μέν πέθανε καί ἐτάφη, ἀλλά μετά τρεῖς ἡμέρες ἀναστήθηκε καί μετέστη στήν αἰώνια ζωή, γιά τήν ὁποία ὁ ἴδιος λέει σχετικά: «Ὁ ἔχων τόν υἱόν ἔχει τήν ζωήν, ὁ μή ἔχων τόν υἱόν τοῦ Θεοῦ τήν ζωήν οὐκ ἔχει» (Α' ἐπιστολή Ἰωάννου, ε' 12). Ἐκεῖνος, δηλαδή, πού εἶναι ἑνωμένος μέσω τῆς πίστης μέ τό Χριστό καί τόν ἔχει δικό του, ἔχει τήν ἀληθινή καί αἰώνια ζωή. Ἐκεῖνος, ὅμως, πού δέν ἔχει τόν Υἱό τοῦ Θεοῦ, νά ἔχει ὑπ’ ὄψιν του πώς δέν ἔχει καί τήν ἀληθινή καί αἰώνια ζωή.

Ὁ Ἰωάννης μᾶς διδάσκει ὅμως καί σήμερα μέ τό παράδειγμά του καί μέ τά πέντε θεόπνευστα βιβλία του. Ὁ Ἰωάννης ἐπειδή ἀποκάλεσε τόν Υἱό τοῦ Θεοῦ «Λόγο», πρῶτος αὐτός ὀνομάστηκε ἀπό τήν Ἐκκλησία μας «Θεολόγος». Στήν ἁγιογραφία εἰκονίζεται μέ ἕναν ἀετό κοντά στό κεφάλι του. 

Ἡ μνήμη τοῦ Ἀποστόλου Ἰωάννου ἑορτάζεται στίς 26 Σεπτεμβρίου. Ἡ ἑορτή τῆς 8ης Μαΐου, συνδέεται μέ τήν ἀνάδυση θαυματουργικῆς κόνεως (σκόνης) ἀπό τόν τάφο τοῦ Εὐαγγελιστοῦ, μέσω τῆς θαυματουργικῆς ἐπενέργειας τοῦ Ἁγίου Πνεύματος, πού οἱ ντόπιοι τήν ἀποκαλοῦσαν «ἐπίγειο μάνα». 

Πηγή: ἐδῶ

Τρίτη 25 Σεπτεμβρίου 2018

Τῆς ὁσίας Μητρὸς ἡμῶν Εὐφροσύνης




Τῇ ΚΕ´ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς ὁσίας Μητρὸς ἡμῶν Εὐφροσύνης, θυγατρὸς Παφνουτίου τοῦ Αἰγυπτίου.

Στίχοι.


Τὸ θῆλυ κρύπτεις ἀνδρικῶς, Εὐφροσύνη,
Καὶ κρυπτὰ τὸν βλέποντα Δεσπότην βλέπεις.
Εἰκάδα Εὐφροσύνη κατὰ πέμπτην πότμον ὑπέστη.
Ἡ τὴν φύσιν λαθοῦσα καὶ τερπνὰ βίου,
Κλῆσιν Σμάραγδος, τὸν δὲ νοῦν Εὐφροσύνη,
Λιποῦσα πᾶσαν τοῦ βίου φαντασίαν,
Ἀνδρῶν μοναστῶν ἀγαπήσασα βίον,
Εὐνοῦχος ὥσπερ βασιλικῶν δωμάτων,
Ἐν ἀνδρικῷ σχήματι γνωστὸς οὐδόλως,
Μονῇ προσῆλθε, καὶ θέλημα καὶ τρίχας
Ἐκδοῦσα, καὶ σπεύδουσα λαθεῖν πατέρα.
Καὶ εὖ τυχοῦσα τοῦ ποθουμένου, πόσοις
Κόποις, πόνοις τε καὶ προσευχαῖς συντόνοις,
Τὸ μαλακὸν τέτηκε δεινῶς σαρκίον,
Ἅπαντας ἐκπλήττουσα τῇ κακουχίᾳ.
Οὐκ ἔστιν εἰπεῖν, ἀδυνατεῖ καὶ λόγος.
Ὢ πῶς λαθοῦσα πατέρα, πρᾶγμα ξένον!
Καλὴ θυγάτηρ, τῶν μοναστῶν ἐν μέσῳ
Τρέχουσα, λίθος ὡς σμάραγδος εὑρέθη·
Πολλὴ γὰρ ἡ ζήτησις ἐκ τῶν ἰδίων,
Πατρὸς βρύχοντος ἐκ πόνου τῆς καρδίας,
Τῆς Εὐφροσύνης τὴν μακρὰν ἐκδημίαν,
Τριπλῇ δεκάδι πρὸς ὀκτώ, φεῦ! χρόνοις,
Ὄρη, βάραθρα καὶ τόπου ἐρημίας
Περιπολοῦντος καὶ στένοντος ἐκ βάθους.
Ἀλλ᾿ ὁ Σμάραγδος αὐτός, ἡ Εὐφροσύνη,
Ὦ Πάτερ, εἰπὼν τὸν τελευταῖον λόγον,
Ὡς ἐμπόρευμα τῶν μακρῶν λαβὼν κόπων,
Τῶν οὐρανῶν γέγηθε τῇ μεταστάσει.
Κἀκεῖνος, ὥσπερ ἐκπλαγείς, φεῦ τοῦ πάθους!
Πέπτωκεν εἰς γῆν ὥσπερ ἄψυχος νέκυς.
Ἄκουσμα καὶ γὰρ παράδοξον καὶ ξένον
Ἤκουσεν ὄντως· τί γὰρ ἄλλο καὶ πάθοι;
Καὶ λοιπὸν ἀφεὶς καὶ βίον καὶ πατρίδα,
Καὶ ζῆλον ὥσπερ αἰνετῶν παιδὸς πόνων
Ἐνθεὶς ἑαυτῷ καὶ πόθου δείξας φλόγα,
Διάδοχος βίου τε ὡς πατὴρ τέκνου
Γεγώς, μετέστη πρὸς μονὰς οὐρανίους.


ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ