«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).
Δευτέρα 8 Οκτωβρίου 2018
Κυριακή 7 Οκτωβρίου 2018
Εὐαγγέλιον τῆς Κυριακῆς Γ΄ Λουκᾶ
Κατὰ Λουκᾶν, ζ΄ 11-16.
11 Καὶ ἐγένετο ἐν τῷ ἑξῆς ἐπορεύετο εἰς πόλιν καλουμένην
Ναΐν· καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἱκανοὶ καὶ ὄχλος πολύς.
12
ὡς δὲ ἤγγισε τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς υἱὸς
μονογενὴς τῇ μητρὶ αὐτοῦ, καὶ αὕτη ἦν χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς
ἦν σὺν αὐτῇ.
13 καὶ ἰδὼν αὐτὴν ὁ Κύριος ἐσπλαγχνίσθη ἐπ' αὐτῇ καὶ εἶπεν
αὐτῇ· Μὴ κλαῖε·
14 καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες
ἔστησαν, καὶ εἶπε· Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι.
15 καὶ ἀνεκάθισεν ὁ
νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ.
16 ἔλαβε δὲ
φόβος πάντας, καὶ ἐδόξαζον τὸν Θεὸν, λέγοντες ὅτι Προφήτης μέγας
ἠγήγερται ἐν ἡμῖν, καὶ ὅτι Ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.
Ἅγιος Ἀπόστολος Λουκᾶς
Πηγές: Καινὴ Διαθήκη, σελ. 256 & myriobiblos.gr
Ἀνάλυση: ἐδῶ
Ἀπόστολος τῆς Κυριακῆς Γ΄Λουκᾶ
Ἐπιστολὴ Β΄Κορινθ. ια΄31- ιβ΄9.
31 Ὁ Θεὸς καὶ
πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς
αἰῶνας, ὅτι οὐ ψεύδομαι.
32 ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως
ἐφρούρει τὴν Δαμασκηνῶν πόλιν πιάσαι με θέλων,
33 καὶ διὰ θυρίδος ἐν
σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ.
1 Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι·
ἐλεύσομαι γὰρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου.
2 Οἶδα ἄνθρωπον ἐν
Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων· εἴτε ἐν σώματι οὐκ οἶδα εἴτε ἐκτὸς τοῦ
σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν· ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου
οὐρανοῦ.
3 καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον· εἴτε ἐν σώματι εἴτε ἐκτὸς τοῦ
σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν·
4 ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ
ἤκουσεν ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.
5 ὑπὲρ τοῦ τοιούτου
καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι εἰ μὴ ἐν ταῖς ἀσθενείαις μου.
6 ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων· ἀλήθειαν γὰρ ἐρῶ·
φείδομαι δὲ μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με ἢ ἀκούει τι ἐξ
ἐμοῦ.
7 Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι
σκόλοψ τῇ σαρκί, ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ ἵνα μὴ ὑπεραίρωμαι.
8
ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, ἵνα ἀποστῇ ἀπ' ἐμοῦ·
9 καὶ
εἴρηκέ μοι· ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ
τελειοῦται. ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα
ἐπισκηνώσῃ ἐπ' ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.
Ἅγιος Ἀπόστολος Παῦλος
Πηγή: Καινὴ Διαθήκη, σελ. 741-743 & myriobiblos.gr
Σάββατο 6 Οκτωβρίου 2018
Τοῦ Ἁγίου ἐνδόξου & πανευφήμου Ἀποστόλου Θωμᾶ.
Δοξαστικὸν
. Ἦχος πλ. β'
. Ἀνατολίου
Τὰ θεῖα ἐποπτεύων, Χριστοῦ τῆς σοφίας
νοητὸς ἀναδέδειξαι κρατήρ,
μυστικῶς Θωμᾶ Ἀπόστολε,
ἐν ᾧ τῶν πιστῶν αἱ ψυχαὶ εὐφραίνονται,
τῇ γὰρ
θείᾳ σαγήνῃ τοῦ Πνεύματος,
λαοὺς ἀνείλκυσας ἐκ βυθοῦ τῆς ἀπογνώσεως·
ὅθεν ἐκ Σιών, ὡς ποταμὸς τῆς χάριτος ἐξῆλθες,
τὰ σὰ ἐκβλύζων ἔνθεα
δόγματα,
εἰς τὴν σύμπασαν κτίσιν.
Διὸ τοῦ Χριστοῦ τὰ πάθη ἐκμιμούμενος,
τὴν πλευρὰν ἐλογχεύθης,
καὶ ἐν τῷ γνόφῳ εἰσδύσας τῆς ἀφθαρσίας,
αὐτὸν
ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Πηγές: Μηναῖον Ὀκτωβρίου & http://glt.goarch.org/
Παρασκευή 5 Οκτωβρίου 2018
Εὔχομαι ἐκ καρδίας μου - π. ΦΙλόθεος Ζερβάκος
Εὔχομαι ἐκ καρδίας μου
ὅπως ὁ Κύριος,
ὁ χορηγὸς τῶν ἀγαθῶν καὶ τῶν δωρεῶν,
σᾶς δίδη πίστι στερεά,
ἀγάπη κραταιὰ καὶ
ὑγεία μέχρι τέλους,
διὰ νὰ ἀγωνισθῆτε ὑπὲρ πίστεως καὶ πατρίδος
καὶ τῶν ἀποδήμων ἀδελφῶν μας·
καὶ μὲ τὴν βοήθεια τοῦ παντοδύναμου Θεοῦ,
ἄνευ τοῦ ὁποίου οὐδὲν δυνάμεθα ποιῆσαι,
καὶ τῆς προστασίας τῆς παναχράντου Μητρὸς Αὐτοῦ.
π. Φιλόθεος Ζερβάκος
Πηγή: Πατρικὲς διδαχὲς, «Γ. Φιλοθέου Ζερβάκου». «Ὀρθόδοξος Κυψέλη»,σελ. 32.
Πέμπτη 4 Οκτωβρίου 2018
Ἀνέσπερη ἡμέρα - Ἅγιος Γρηγόριος ὁ Παλαμᾶς
Ὁ ἥλιος τῆς δικαιοσύνης Χριστός, καθὼς εἶναι ἄναρχος καὶ προαιώνιος,
ἄτρεπτος καὶ ἀναλλοίωτος, ἀφοῦ δὲν ἔχει μεταβολὴ ἤ σκιὰ μετατροπῆς,
εἶναι καὶ ἀτελεύτητος καὶ ἄδυτος, ἀστράπτοντας φῶς ἀληθινὸ καὶ
ὑπερκόσμιο καὶ ποιητικὸ ἀνέσπερης ἡμέρας, στὴν ὁποία μαζὶ μὲ τοὺς
ἀγαθοὺς ἀγγέλους βρίσκονται καὶ τὰ πνεύματα τῶν δικαίων.
Ἔπειτα δὲ ἀπὸ
τὴν συντέλεια τοῦ αἰῶνος τούτου οἱ δίκαιοι θὰ εἶναι μαζὶ μὲ τὰ σώματά
τους, ἀφοῦ εἶναι κληρονόμοι τοῦ φωτὸς καὶ υἱοὶ τῆς πραγματικῆς ἡμέρας.
Αὐτὴ λοιπὸν ἡ ἡμέρα, ἀφοῦ εἶναι ἀνέσπερη καὶ ἀδιάκοπη, δὲν ἔχει οὔτε
εἶχε ὄρθρο, ὅπως δὲν ἔχει οὔτε ἀρχή.
Ἅγιος Γρηγόριος ὁ Παλαμᾶς
Πηγή: imaik.gr
Τετάρτη 3 Οκτωβρίου 2018
Τὰ γλυκὰ λόγια καὶ οἱ μεγάλες ἀλήθειες - Ὅσιος Παΐσιος ὁ Ἁγιορείτης
«Τὰ
γλυκὰ λόγια καὶ οἱ μεγάλες ἀλήθειες
ἔχουν ἀξία,
ὅταν βγαίνουν ἀπὸ ἀληθινὰ στόματα,
καὶ πιάνουν τόπο μόνο
στοὺς
καλοπροαίρετους ἀνθρώπους καὶ
σ' ἐκείνους ποὺ ἔχουν καθαρὸ νοῦ».
Τρίτη 2 Οκτωβρίου 2018
Νὰ χαίρῃς ἀδιαλείπτως - Γέρων Ἰωσὴφ ὁ Ἡσυχαστὴς
Εὔχομαι τέκνον μου μὲ πόνο ψυχῆς, μὲ πλῆθος δακρύων, νὰ σὲ φυλάττῃ ὁ Κύριος ἀπὸ κάθε κακόν.
Σπεύδων ταχέως νὰ φεύγῃς ὡς ἔλαφος ὑπερπηδῶν τὰς παγίδας τοῦ διαβόλου· καὶ πατῶν ἐπὶ ἀσπίδας καὶ βασιλίσκους νὰ χαίρῃς ἀδιαλείπτως εἰς τὴν χαρὰν τοῦ γλυκύτατου Ἰησοῦ καὶ τῆς Παναχράντου Μητρὸς Του.
Γέρων Ἰωσήφ ὁ Ἡσυχαστὴς
Πηγή: Ἔκφρασις Μοναχικῆς Ἐμπειρίας, «Ἱ.Μ. Φιλοθέου, Ἅγιον Ὄρος», σελ. 271.
Εγγραφή σε:
Αναρτήσεις (Atom)