«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).
Σάββατο 23 Μαρτίου 2019
Παρασκευή 22 Μαρτίου 2019
Οἱ Χαιρετισμοὶ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκῳ τό, Χαῖρε (ἐκ γ´)· καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ, σωματούμενόν σε θεωρῶν Κύριε, ἐξίστατο, καὶ ἵστατο κραυγάζων πρὸς αὐτὴν τοιαῦτα·
Χαῖρε, δι᾿ ἧς ἡ χαρὰ ἐκλάμψει· χαῖρε, δι᾿ ἧς ἡ ἀρὰ ἐκλείψει.
Χαῖρε, τοῦ πεσόντος Ἀδὰμ ἡ ἀνάκλησις· χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.
Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς· χαῖρε, βάθος δυσθεώρητον, καὶ Ἀγγέλων ὀφθαλμοῖς.
Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα· χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.
Χαῖρε, ἀστήρ ἐμφαίνων τὸν Ἥλιον· χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.
Χαῖρε, δι᾿ ἧς νεουργεῖται ἡ κτίσις· χαῖρε, δι᾿ ἧς βρεφουργεῖται ὁ Κτίστης.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Βλέπουσα ἡ Ἁγία, ἑαυτὴν ἐν ἁγνείᾳ, φησὶ τῷ Γαβριὴλ θαρσαλέως· Τὸ παράδοξόν σου τῆς φωνῆς, δυσπαράδεκτόν μου τῇ ψυχῇ φαίνεται· ἀσπόρου γὰρ συλλήψεως τὴν κύησιν πῶς λέγεις; κράζων· Ἀλληλούϊα.
Γνῶσιν ἄγνωστον γνῶναι, ἡ Παρθένος ζητοῦσα, ἐβόησε πρὸς τὸν λειτουργοῦντα· Ἐκ λαγόνων ἁγνῶν Υἱόν, πῶς ἐστι τεχθῆναι δυνατόν; λέξον μοι. Πρὸς ἣν ἐκεῖνος ἔφησεν ἐν φόβῳ, πλὴν κραυγάζων οὕτω·
Χαῖρε, βουλῆς ἀποῤῥήτου μύστις· χαῖρε, σιγῆς δεομένων πίστις.
Χαῖρε, τῶν θαυμάτων Χριστοῦ τὸ προοίμιον· χαῖρε, τῶν δογμάτων αὐτοῦ τὸ κεφάλαιον.
Χαῖρε, κλῖμαξ ἐπουράνιε, δι᾿ ἧς κατέβη ὁ Θεός· χαῖρε, γέφυρα μετάγουσα τοὺς ἐκ γῆς πρὸς Οὐρανόν.
Χαῖρε, τὸ τῶν Ἀγγέλων πολυθρύλητον θαῦμα· χαῖρε, τὸ τῶν δαιμόνων πολυθρήνητον τραῦμα.
Χαῖρε, τὸ Φῶς ἀῤῥήτως γεννήσασα· χαῖρε, τὸ πῶς, μηδένα διδάξασα.
Χαῖρε, σοφῶν ὑπερβαίνουσα γνῶσιν· χαῖρε, πιστῶν καταυγάζουσα φρένας.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Δύναμις τοῦ Ὑψίστου, ἐπεσκίασε τότε, πρὸς σύλληψιν τῇ Ἀπειρογάμῳ· καὶ τὴν εὔκαρπον ταύτης νηδύν, ὡς ἀγρὸν ὑπέδειξεν ἡδὺν ἅπασι, τοῖς θέλουσι θερίζειν σωτηρίαν, ἐν τῷ ψάλλειν οὕτως· Ἀλληλούϊα.
Ἔχουσα θεοδόχον, ἡ Παρθένος τὴν μήτραν, ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ· τὸ δὲ βρέφος ἐκείνης εὐθύς, ἐπιγνὸν τὸν ταύτης ἀσπασμόν, ἔχαιρε! καὶ ἅλμασιν ὡς ᾄσμασιν, ἐβόα πρὸς τὴν Θεοτόκον·
Χαῖρε, βλαστοῦ ἀμαράντου κλῆμα· χαῖρε, καρποῦ ἀκηράτου κτῆμα.
Χαῖρε, γεωργὸν γεωργοῦσα φιλάνθρωπον· χαῖρε, φυτουργὸν τῆς ζωῆς ἡμῶν φύουσα.
Χαῖρε, ἄρουρα βλαστάνουσα εὐφορίαν οἰκτιρμῶν· χαῖρε, τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν.
Χαῖρε, ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις· χαῖρε, ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις.
Χαῖρε, δεκτόν πρεσβείας θυμίαμα· χαῖρε, παντὸς τοῦ κόσμου ἐξίλασμα.
Χαῖρε, Θεοῦ πρὸς θνητοὺς εὐδοκία· χαῖρε, θνητῶν πρὸς Θεὸν παῤῥησία.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Ζάλην ἔνδοθεν ἔχων, λογισμῶν ἀμφιβόλων, ὁ σώφρων Ἰωσὴφ ἐταράχθη, πρὸς τὴν ἄγαμόν σε θεωρῶν, καὶ κλεψίγαμον ὑπονοῶν Ἄμεμπτε· μαθὼν δέ σου τὴν σύλληψιν ἐκ Πνεύματος ἁγίου, ἔφη· Ἀλληλούϊα.
Ἤκουσαν οἱ Ποιμένες, τῶν Ἀγγέλων ὑμνούντων, τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν· καὶ δραμόντες ὡς πρὸς ποιμένα, θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον, ἐν τῇ γαστρὶ Μαρίας βοσκηθέντα, ἣν ὑμνοῦντες, εἶπον·
Χαῖρε, ἀμνοῦ καὶ ποιμένος Μήτηρ· χαῖρε, αὐλὴ λογικῶν προβάτων.
Χαῖρε, ἀοράτων ἐχθρῶν ἀμυντήριον· χαῖρε, Παραδείσου θυρῶν ἀνοικτήριον.
Χαῖρε, ὅτι τὰ οὐράνια συναγάλλεται τῇ γῇ· χαῖρε, ὅτι τὰ ἐπίγεια συγχορεύει οὐρανοῖς.
Χαῖρε, τῶν Ἀποστόλων τὸ ἀσίγητον στόμα· χαῖρε, τῶν Ἀθλοφόρων τὸ ἀνίκητον θάρσος.
Χαῖρε, στεῤῥὸν τῆς Πίστεως ἔρεισμα· χαῖρε, λαμπρὸν τῆς χάριτος γνώρισμα.
Χαῖρε, δι᾿ ἧς ἐγυμνώθη ὁ ᾍδης· χαῖρε, δι᾿ ἧς ἐνεδύθημεν δόξαν.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Θεοδρόμον Ἀστέρα, θεωρήσαντες Μάγοι, τῇ τούτου ἠκολούθησαν αἴγλῃ· καὶ ὡς λύχνον κρατοῦντες αὐτόν, δι᾿ αὐτοῦ ἠρεύνων κραταιὸν Ἄνακτα· καὶ φθάσαντες τὸν ἄφθαστον, ἐχάρησαν, αὐτῷ βοῶντες· Ἀλληλούϊα.
Ἴδον παῖδες Χαλδαίων, ἐν χερσὶ τῆς Παρθένου, τὸν πλάσαντα χειρὶ τοὺς ἀνθρώπους· καὶ Δεσπότην νοοῦντες αὐτόν, εἰ καὶ δούλου ἔλαβε μορφήν, ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι, καὶ βοῆσαι τῇ Εὐλογημένῃ·
Χαῖρε, ἀστέρος ἀδύτου Μήτηρ· χαῖρε, αὐγὴ μυστικῆς ἡμέρας.
Χαῖρε, τῆς ἀπάτης τὴν κάμινον σβέσασα· χαῖρε, τῆς Τριάδος τοὺς μύστας φωτίζουσα.
Χαῖρε, τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς· χαῖρε, Κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν.
Χαῖρε, ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας· χαῖρε, ἡ τοῦ βορβόρου ῥυομένη τῶν ἔργων.
Χαῖρε, πυρὸς προσκύνησιν παύσασα· χαῖρε, φλογὸς παθῶν ἀπαλλάττουσα.
Χαῖρε, πιστῶν ὁδηγὲ σωφροσύνης· χαῖρε, πασῶν γενεῶν εὐφροσύνη.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Κήρυκες θεοφόροι, γεγονότες οἱ Μάγοι, ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα· ἐκτελέσαντές σου τὸν χρησμόν, καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν, ἀφέντες τὸν Ἡρώδην ὡς ληρώδη, μὴ εἰδότα ψάλλειν· Ἀλληλούϊα.
Λάμψας ἐν τῇ Αἰγύπτῳ, φωτισμὸν ἀληθείας, ἐδίωξας τοῦ ψεύδους τὸ σκότος· τὰ γὰρ εἴδωλα ταύτης Σωτήρ, μὴ ἐνέγκαντά σου τὴν ἰσχύν, πέπτωκεν· οἱ τούτων δὲ ῥυσθέντες, ἐβόων πρὸς τὴν Θεοτόκον·
Χαῖρε, ἀνόρθωσις τῶν ἀνθρώπων· χαῖρε, κατάπτωσις τῶν δαιμόνων.
Χαῖρε, τῆς ἀπάτης τὴν πλάνην πατήσασα· χαῖρε, τῶν εἰδώλων τὸν δόλον ἐλέγξασα.
Χαῖρε, θάλασσα ποντίσασα Φαραὼ τὸν νοητόν· χαῖρε, πέτρα ἡ ποτίσασα τοὺς διψῶντας τὴν ζωήν.
Χαῖρε, πύρινε στῦλε, ὁδηγῶν τοὺς ἐν σκότει· χαῖρε, σκέπη τοῦ κόσμου, πλατυτέρα νεφέλης.
Χαῖρε, τροφὴ τοῦ μάννα διάδοχε· χαῖρε, τρυφῆς ἁγίας διάκονε.
Χαῖρε, ἡ γῆ τῆς ἐπαγγελίας· χαῖρε, ἐξ ἧς ῥέει μέλι καὶ γάλα.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Μέλλοντος Συμεῶνος, τοῦ παρόντος αἰῶνος, μεθίστασθαι τοῦ ἀπατεῶνος, ἐπεδόθης ὡς βρέφος αὐτῷ, ἀλλ᾿ ἐγνώσθης τούτῳ καὶ Θεὸς τέλειος· διό περ ἐξεπλάγη, σοῦ τὴν ἄῤῥητον σοφίαν, κράζων· Ἀλληλούϊα.
Νέαν ἔδειξε κτίσιν, ἐμφανίσας ὁ Κτίστης, ἡμῖν τοῖς ὑπ᾿ αὐτοῦ γενομένοις· ἐξ ἀσπόρου βλαστήσας γαστρός, καὶ φυλάξας ταύτην, ὥσπερ ἦν, ἄφθορον· ἵνα τὸ θαῦμα βλέποντες, ὑμνήσωμεν αὐτήν, βοῶντες·
Χαῖρε, τὸ ἄνθος τῆς ἀφθαρσίας· χαῖρε, τὸ στέφος τῆς ἐγκρατείας.
Χαῖρε, ἀναστάσεως τύπον ἐκλάμπουσα· χαῖρε, τῶν Ἀγγέλων τὸν βίον ἐμφαίνουσα.
Χαῖρε, δένδρον ἀγλαόκαρπον, ἐξ οὗ τρέφονται πιστοί· χαῖρε, ξύλον εὐσκιόφυλλον, ὑφ᾿ οὗ σκέπονται πολλοί.
Χαῖρε, κυοφοροῦσα ὁδηγὸν πλανωμένοις· χαῖρε, ἀπογεννῶσα λυτρωτὴν αἰχμαλώτοις.
Χαῖρε, Κριτοῦ δικαίου δυσώπησις· χαῖρε, πολλῶν πταιόντων συγχώρησις.
Χαῖρε, στολὴ τῶν γυμνῶν παῤῥησίας· χαῖρε, στοργὴ πάντα πόθον νικῶσα.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Ξένον τόκον ἰδόντες, ξενωθῶμεν τοῦ κόσμου, τὸν νοῦν εἰς οὐρανὸν μεταθέντες· διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεός, ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος, βουλόμενος ἑλκύσαι πρὸς τὸ ὕψος, τοὺς αὐτῷ βοῶντας· Ἀλληλούϊα.
Ὅλος ἦν ἐν τοῖς κάτω, καὶ τῶν ἄνω οὐδόλως ἀπῆν, ὁ ἀπερίγραπτος Λόγος· συγκατάβασις γὰρ θεϊκή, οὐ μετάβασις δὲ τοπικὴ γέγονε· καὶ τόκος ἐκ Παρθένου θεολήπτου, ἀκουούσης ταῦτα·
Χαῖρε, Θεοῦ ἀχωρήτου χώρα· χαῖρε, σεπτοῦ μυστηρίου θύρα.
Χαῖρε, τῶν ἀπίστων ἀμφίβολον ἄκουσμα· χαῖρε, τῶν πιστῶν ἀναμφίβολον καύχημα.
Χαῖρε, ὄχημα πανάγιον τοῦ ἐπὶ τῶν Χερουβείμ· χαῖρε, οἴκημα πανάριστον τοῦ ἐπὶ τῶν Σεραφείμ.
Χαῖρε, ἡ τἀναντία εἰς ταὐτὸ ἀγαγοῦσα· χαῖρε, ἡ παρθενίαν καὶ λοχείαν ζευγνῦσα.
Χαῖρε, δι᾿ ἧς ἐλύθη παράβασις! χαῖρε δι᾿ ἧς ἠνοίχθη Παράδεισος.
Χαῖρε, ἡ κλεὶς τῆς Χριστοῦ Βασιλείας· χαῖρε, ἐλπὶς ἀγαθῶν αἰωνίων.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Πᾶσα φύσις Ἀγγέλων, κατεπλάγη τὸ μέγα, τῆς σῆς ἐνανθρωπήσεως ἔργον· τὸν ἀπρόσιτον γὰρ ὡς Θεόν, ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον· ἡμῖν μὲν συνδιάγοντα, ἀκούοντα δὲ παρὰ πάντων οὕτως· Ἀλληλούϊα.
Ῥήτορας πολυφθόγγους, ὡς ἰχθύας ἀφώνους, ὁρῶμεν ἐπὶ σοὶ Θεοτόκε· ἀποροῦσι γὰρ λέγειν τό, πῶς καὶ Παρθένος μένεις, καὶ τεκεῖν ἴσχυσας· ἡμεῖς δὲ τὸ μυστήριον θαυμάζοντες, πιστῶς βοῶμεν·
Χαῖρε, σοφίας Θεοῦ δοχεῖον· χαῖρε, προνοίας αὐτοῦ ταμεῖον.
Χαῖρε, φιλοσόφους ἀσόφους δεικνύουσα· χαῖρε, τεχνολόγους ἀλόγους ἐλέγχουσα.
Χαῖρε, ὅτι ἐμωράνθησαν οἱ δεινοὶ συζητηταί· χαῖρε, ὅτι ἐμαράνθησαν οἱ τῶν μύθων ποιηταί.
Χαῖρε, τῶν Ἀθηναίων τὰς πλοκὰς διασπῶσα· χαῖρε, τῶν ἁλιέων τὰς σαγήνας πληροῦσα.
Χαῖρε, βυθοῦ ἀγνοίας ἐξέλκουσα· χαῖρε, πολλοὺς ἐν γνώσει φωτίζουσα.
Χαῖρε, ὁλκὰς τῶν θελόντων σωθῆναι· χαῖρε, λιμὴν τῶν τοῦ βίου πλωτήρων.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Σῶσαι θέλων τὸν κόσμον, ὁ τῶν ὅλων Κοσμήτωρ, πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε· καὶ ποιμὴν ὑπάρχων ὡς Θεός, δι᾿ ἡμᾶς ἐφάνη καθ᾿ ἡμᾶς ἄνθρωπος· ὁμοίῳ γὰρ τὸ ὅμοιον καλέσας, ὡς Θεὸς ἀκούει· Ἀλληλούϊα.
Τεῖχος εἶ τῶν παρθένων, Θεοτόκε Παρθένε, καὶ πάντων τῶν εἰς σὲ προστρεχόντων· ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, κατεσκεύασέ σε Ποιητὴς Ἄχραντε, οἰκήσας ἐν τῇ μήτρᾳ σου, καὶ πάντας σοι προσφωνεῖν διδάξας·
Χαῖρε, ἡ στήλη τῆς παρθενίας· χαῖρε, ἡ πύλη τῆς σωτηρίας.
Χαῖρε, ἀρχηγὲ νοητῆς ἀναπλάσεως· χαῖρε, χορηγὲ θεϊκῆς ἀγαθότητος.
Χαῖρε, σὺ γὰρ ἀνεγέννησας τοὺς συλληφθέντας αἰσχρῶς· χαῖρε, σὺ γὰρ ἐνουθέτησας τοὺς συληθέντας τὸν νοῦν.
Χαῖρε, ἡ τὸν φθορέα τῶν φρενῶν καταργοῦσα· χαῖρε, ἡ τὸν σπορέα τῆς ἁγνείας τεκοῦσα.
Χαῖρε, παστὰς ἀσπόρου νυμφεύσεως· χαῖρε, πιστοὺς Κυρίῳ ἁρμόζουσα.
Χαῖρε, καλὴ κουροτρόφε παρθένων· χαῖρε, ψυχῶν νυμφοστόλε Ἁγίων.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Ὕμνος ἅπας ἡττᾶται, συνεκτείνεσθαι σπεύδων, τῷ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου· ἰσαρίθμους γὰρ τῇ ψάμμῳ ᾠδάς, ἂν προσφέρωμέν σοι, Βασιλεῦ ἅγιε, οὐδὲν τελοῦμεν ἄξιον, ὧν δέδωκας ἡμῖν, τοῖς σοὶ βοῶσιν· Ἀλληλούϊα.
Φωτοδόχον λαμπάδα, τοῖς ἐν σκότει φανεῖσαν, ὁρῶμεν τὴν ἁγίαν Παρθένον· τὸ γὰρ ἄϋλον ἅπτουσα φῶς, ὁδηγεῖ πρὸς γνῶσιν θεϊκὴν ἅπαντας, αὐγῇ τὸν νοῦν φωτίζουσα, κραυγῇ δὲ τιμωμένη ταῦτα·
Χαῖρε, ἀκτὶς νοητοῦ Ἡλίου· χαῖρε, βολὶς τοῦ ἀδύτου φέγγους.
Χαῖρε, ἀστραπὴ τὰς ψυχὰς καταλάμπουσα· χαῖρε, ὡς βροντὴ τοὺς ἐχθροὺς καταπλήττουσα.
Χαῖρε, ὅτι τὸν πολύφωτον ἀνατέλλεις φωτισμόν· χαῖρε, ὅτι τὸν πολύῤῥητον ἀναβλύζεις ποταμόν.
Χαῖρε, τῆς κολυμβήθρας ζωγραφοῦσα τὸν τύπον· χαῖρε, τῆς ἁμαρτίας ἀναιροῦσα τὸν ῥύπον.
Χαῖρε, λουτὴρ ἐκπλύνων συνείδησιν· χαῖρε, κρατὴρ κιρνῶν ἀγαλλίασιν.
Χαῖρε, ὀσμὴ τῆς Χριστοῦ εὐωδίας· χαῖρε, ζωὴ μυστικῆς εὐωχίας.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χάριν δοῦναι θελήσας, ὀφλημάτων ἀρχαίων, ὁ πάντων χρεωλύτης ἀνθρώπων, ἐπεδήμησε δι᾿ ἑαυτοῦ, πρὸς τοὺς ἀποδήμους τῆς αὐτοῦ χάριτος· καὶ σχίσας τὸ χειρόγραφον, ἀκούει παρὰ πάντων οὕτως· Ἀλληλούϊα.
Ψάλλοντές σου τὸν τόκον, ἀνυμνοῦμέν σε πάντες, ὡς ἔμψυχον ναὸν Θεοτόκε· ἐν τῇ σῇ γὰρ οἰκήσας γαστρί, ὁ συνέχων πάντα τῇ χειρὶ Κύριος, ἡγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν σοι πάντας·
Χαῖρε, σκηνὴ τοῦ Θεοῦ καὶ Λόγου· χαῖρε, Ἁγία Ἁγίων μείζων.
Χαῖρε, Κιβωτὲ χρυσωθεῖσα τῷ Πνεύματι· χαῖρε, θησαυρὲ τῆς ζωῆς ἀδαπάνητε.
Χαῖρε, τίμιον διάδημα βασιλέων εὐσεβῶν· χαῖρε, καύχημα σεβάσμιον ἱερέων εὐλαβῶν.
Χαῖρε, τῆς Ἐκκλησίας ὁ ἀσάλευτος πύργος· χαῖρε, τῆς βασιλείας τὸ ἀπόρθητον τεῖχος.
Χαῖρε, δι᾿ ἧς ἐγείρονται τρόπαια· χαῖρε, δι᾿ ἧς ἐχθροὶ καταπίπτουσι.
Χαῖρε, χρωτὸς τοῦ ἐμοῦ θεραπεία· χαῖρε, ψυχῆς τῆς ἐμῆς σωτηρία.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Ὦ πανύμνητε Μῆτερ, ἡ τεκοῦσα τὸν πάντων Ἁγίων ἁγιώτατον Λόγον (ἐκ γ´)· δεξαμένη τὴν νῦν προσφοράν, ἀπὸ πάσης ῥῦσαι συμφορᾶς ἅπαντας· καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως, τοὺς σοὶ βοῶντας· Ἀλληλούϊα.
Πηγή: ἐδῶ
Πέμπτη 21 Μαρτίου 2019
Τετάρτη 20 Μαρτίου 2019
Τρίτη 19 Μαρτίου 2019
Ὁ Θεὸς μᾶς ἀγάπησε μὲ ἀπέραντη ἀγάπη - Ἅγιος Κύριλλος Ἱεροσολύμων
ΛΕ´ . ῎Ας δώσει ὁ Θεός νά εἰπωθεῖ καί
γιά σᾶς τώρα: «Γεμίστε εὐφροσύνη οὐρανοί κι ἄς ἀγαλλιάσει ὅλη ἡ γῆ»
(῾Ησ. 49, 13) καί στή συνέχεια: «῾Ο Θεός ἐλέησε τό λαό Του καί
παρηγόρησε τούς ταπεινούς τοῦ λαοῦ Του» (῾Ησ. 49, 13). Αὐτά ὅλα θά σᾶς
χαριστοῦν ἀπό τή φιλανθρωπία τοῦ Θεοῦ πού σᾶς ὑπόσχεται: «᾿Εγώ θά
ἐξαφανίσω σάν σύννεφο τίς ἀνομίες σου καί σάν ὀμίχλη τίς ἁμαρτίες σου»
(πρβλ. ῾Ησ. 44, 22).
Κι ἐσεῖς, ἀφοῦ θά ἀξιωθεῖτε νά πάρετε τό ὄνομα τῶν
πιστῶν — γιά τούς ὁποίους εἶναι γραμμένο στήν ἁγία Γραφή· σ᾿ αὐτούς πού
θά δουλεύσουν σέ μένα θά τούς χαριστεῖ καινούριο ὄνομα, τό ὁποῖο θά
εὐλογηθεῖ πάνω στή γῆ (πρβλ. ῾Ησ. 65, 15-16)— θά πεῖτε μέ εὐφροσύνη:
«῎Ας εἶναι εὐλογητός ὁ Θεός καί Πατέρας τοῦ Κυρίου μας ᾿Ιησοῦ Χριστοῦ,
᾿Εκεῖνος πού μᾶς χάρισε διά τοῦ Χριστοῦ κάθε πνευματική καί ἐπουράνια
εὐλογία» (᾿Εφεσ. 1, 3).
«᾿Από τόν ῾Οποῖο δεχτήκαμε τήν ἀπελευθέρωσή μας,
μέ τό Αἷμα τοῦ Χριστοῦ καί τήν ἄφεση τῶν ἁμαρτιῶν, μέ τήν πλούσια Χάρη
Του, πού σκόρπισε σέ μᾶς περίσσια» (᾿Εφεσ. 1, 7-8) κ.τ.λ.
Καί ἀλλοῦ πάλι
λέει: «῾Ο Θεός ὅμως, ἐπειδή εἶναι πολυέλεος καί πολυεύσπλαχνος, μᾶς
ἀγάπησε μέ ἀπέραντη ἀγάπη. Κι ἐνῶ ἤμαστε πνευματικά νεκροί, ἐξαιτίας τῶν
παραπτωμάτων μας, μᾶς ξανάδωσε τή ζωή μαζί μέ τόν Χριστό» (᾿Εφεσ. 2,
4-5) κ.τ.λ.
Καί πάλι, ψάλτε παρόμοιο ὕμνο στόν Θεό, λέγοντας: «῞Οταν ὁ
Θεός, ὁ Σωτήρας μας, φανέρωσε τήν καλοσύνη καί τήν ἀγάπη Του στούς
ἀνθρώπους, μᾶς ἔσωσε, ὄχι γιά τά καλά ἔργα πού τυχόν κάναμε ἐμεῖς, ἀλλά
γιατί μᾶς σπλαχνίστηκε. Μᾶς ἔσωσε μέ τό Βάπτισμα τῆς ἀναγέννησης καί τῆς
ἀνανέωσης πού χαρίζει τό ῞Αγιο Πνεῦμα, τό ῾Οποῖο σκόρπισε πλούσια πάνω
μας διά τοῦ ᾿Ιησοῦ Χριστοῦ, τοῦ Σωτήρα μας γιά νά δικαιωθοῦμε μέ τή δική
Του Χάρη καί νά κληρονομήσουμε τήν αἰώνια ζωή πού προσδοκοῦμε» (Τίτ. 3,
4-7).
Αὐτός λοιπόν, «ὁ Θεός καί Πατέρας τοῦ
Κυρίου μας ᾿Ιησοῦ Χριστοῦ, ὁ Πατέρας τῆς δόξας, ἄς σᾶς χαρίσει πνεῦμα
σοφίας, πού θά σᾶς ἀποκαλύψει πῶς νά Τόν γνωρίσετε ἀκόμα καλύτερα.
Κι ἄς
φωτίζει τά πνευματικά μάτια τῆς ψυχῆς σας» (πρβλ. ᾿Εφεσ. 1, 16-17). Καί
ἄς σᾶς διαφυλάξει σ᾿ ὅλη σας τή ζωή, χαρίζοντάς σας τή δύναμη καί τό
φωτισμό γιά κάθε λόγο, ἔργο καί λογισμό ἀγαθό.
Σ᾿ Αὐτόν ἀνήκει, τιμή καί
δόξα, διά τοῦ Κυρίου μας ᾿Ιησοῦ Χριστοῦ, μαζί μέ τό ῞Αγιο Πνεῦμα, τώρα
καί πάντοτε καί στούς ἀτέλειωτους αἰῶνες τῶν αἰώνων. ᾿Αμήν.
Ἅγιος Κύριλλος Ἱεροσολύμων
Πηγή: Κατηχήσεις Ἁγίου Κυρίλλου Ἱεροσολύμων & imaik.gr
Δευτέρα 18 Μαρτίου 2019
Τὸ ἀντίδωρο κι ὁ Ἁγιασμὸς θεραπεύουν. Τὸ λάδι τοῦ καντηλιοῦ κι ὁ Ἁγιασμός θεραπεύουν - Μοναχὸς Δαμασκηνὸς Γρηγοριάτης
Θαύματα Ἁγίων καί ἐμπειρίες Ὀρθοδόξων Ἀφρικανῶν στήν Ἱεραποστολή τῆς Ἀφρικῆς
Τό ἀντίδωρο καί ὁ Ἁγιασμός θεραπεύουν
Τό παρακάτω περισταστικό τό ἔμαθα ἀπό τόν Κατηχητή τῆς ἐνορίας τῶν
Ἀρχαγγέλων, τῆς πόλεως Καζομπαλέσα, πού λέγεται Νικόλαος Kabunda. Ἡ
πόλις αὐτή εἶναι στό νότιο Κογκό καί δίπλα στά σύνορα μέ τήν Ζάμπια.
Μόλις πρίν δύο χρόνια κτίσθηκαν ταυτόχρονα ἀπό τό οἰκοδομικό συνεργεῖο
τοῦ Κλιμακίου Κολουέζι εὐρύχωρος ἐνοριακός ναός, δημοτικό σχολεῖο,
βαπτιστήριο καί σπίτι ἱερέως.
Ὁ ἴδιος ὁ Κατηχητής κάποια ἡμέρα τοῦ ἔτους 2003 ἀρρώστησε βαρειά, προφανῶς ἀπό ἑλονοσία. Ὑπέφερε ἐπί τρεῖς μῆνες. Εἶχε ἀδυνατίσει πολύ καί λόγῳ ἐλλείψεως χρημάτων, δέν ἦταν δυνατόν νά πάει στόν γιατρό.
Ὁ διάκονος τῆς ἐνορίας καί νῦν ἱερεύς π. Ἀβραάμ τόν ἐπισκέφθηκε, πρίν πεθάνει γιά νά τόν παρηγορήσει. Ὁ Νικόλαος τοῦ ζήτησε βοήθεια. Νά βρῆ ἄν μπορεῖ ἕνα αὐτοκίνητο καί νά τόν μεταφέρουν στήν συμπρωτεύουσα Λουμπουμπάσι, 100 χιλιόμετρα μακριά.
Βρῆκαν κάποιο μεταφορικό μέσο καί ἔφθασαν στό σπίτι τοῦ ἱερέως π. Ἰωσήφ Kashinda, προκειμένου νά τόν ἐξομολογήσει καί κατόπιν ν᾿ ἀναλάβη τήν φροντίδα γιά τήν κηδεία του.
Ὁ Νικόλαος τοῦ ζήτησε χρήματα γιά τήν θεραπεία του, ἀλλά ὁ π. Ἰωσήφ τοῦ εἶπε:
-Χρήματα δέν ἔχω νά σοῦ δώσω. Ἔχω μόνο Ἁγιασμό καί ἅγιο Ἀντίδωρο ἀπό τήν Ἐκκλησία μας. Αὐτά νά πάρεις κι, ἄν εἶναι θέλημα Θεοῦ, θά γίνεις καλά.
Ὁ ἴδιος ὁ Κατηχητής κάποια ἡμέρα τοῦ ἔτους 2003 ἀρρώστησε βαρειά, προφανῶς ἀπό ἑλονοσία. Ὑπέφερε ἐπί τρεῖς μῆνες. Εἶχε ἀδυνατίσει πολύ καί λόγῳ ἐλλείψεως χρημάτων, δέν ἦταν δυνατόν νά πάει στόν γιατρό.
Ὁ διάκονος τῆς ἐνορίας καί νῦν ἱερεύς π. Ἀβραάμ τόν ἐπισκέφθηκε, πρίν πεθάνει γιά νά τόν παρηγορήσει. Ὁ Νικόλαος τοῦ ζήτησε βοήθεια. Νά βρῆ ἄν μπορεῖ ἕνα αὐτοκίνητο καί νά τόν μεταφέρουν στήν συμπρωτεύουσα Λουμπουμπάσι, 100 χιλιόμετρα μακριά.
Βρῆκαν κάποιο μεταφορικό μέσο καί ἔφθασαν στό σπίτι τοῦ ἱερέως π. Ἰωσήφ Kashinda, προκειμένου νά τόν ἐξομολογήσει καί κατόπιν ν᾿ ἀναλάβη τήν φροντίδα γιά τήν κηδεία του.
Ὁ Νικόλαος τοῦ ζήτησε χρήματα γιά τήν θεραπεία του, ἀλλά ὁ π. Ἰωσήφ τοῦ εἶπε:
-Χρήματα δέν ἔχω νά σοῦ δώσω. Ἔχω μόνο Ἁγιασμό καί ἅγιο Ἀντίδωρο ἀπό τήν Ἐκκλησία μας. Αὐτά νά πάρεις κι, ἄν εἶναι θέλημα Θεοῦ, θά γίνεις καλά.
Ὁ Νικόλαος μέ τίς εὐχές καί τήν προτροπή τοῦ π. Ἰωσήφ ἔφαγε τό Ἀντίδωρο,
ἤπιε καί τόν Ἁγιασμό καί σιγά σιγά ἐπανῆλθε ἡ ὑγεία του. Ἔπεσε ὁ
πυρετός, σηκώθηκε ἀπό τό κρεββάτι καί ζήτησε νά φάει φαγητό.
Τό θαῦμα αὐτό τό εἶδαν καί τό ἄκουσαν πολλοί ἄνθρωποι καί πίστευσαν
ἀκράδαντα ὅτι ἡ Ὀρθόδοξη Ἐκκλησία μας εἶναι ἡ ἀληθινή Ἐκκλησία τοῦ
Χριστοῦ, ὅπου κατοικεῖ τό Ἄγιο Πνεῦμα καί δίνει στόν κόσμο, σωτηρία,
ἄφεσι ἁμαρτιῶν καί θεραπεία ψυχικῶν καί σωματικῶν παθῶν.
Τό λάδι τοῦ καντηλιοῦ καί ὁ Ἁγιασμός θεραπεύουν
Τήν διήγησι αὐτή μᾶς τήν εἶπε ὁ Κατηχητής τῆς ἐνορίας τῆς Ἁγίας
Ἀναστασίας τῆς Ρωμαίας ἀπό τό χωριό Mungulunga τῆς ἐπαρχίας Κατάγκα τοῦ
Κογκό.
Ὁ Κατηχητής Πέτρος Kulianga μᾶς ἀνέφερε τήν περίπτωσι μιᾶς Χριστιανῆς τῆς ἐνορίας του, ὀνόματι Εἰρήνης, ἡ ὁποία κάποιο καιρό ἔμεινε ἔγκυος.
Μετά ἀπό τρεῖς μῆνες, κατά τήν συνήθεια τῶν ἐγκύων γυναικῶν, ἐπῆγε ἡ κοπέλλα στόν γιατρό νά τήν ἐξετάσει ἐάν πράγματι εἶναι ἔγκυος καί πῶς πάει ἡ περίοδος τῆς ἐγκυμοσύνης της. Ὁ γιατρός τήν διαβεβαίωσε ὅτι εἶναι ἔγκυος καί τῆς ἔδωσε τίς κατάλληλες ὁδηγίες. Σέ λίγο καιρό ἀρρώστησε ἡ γυναῖκα καί εἶχε αἱμορραγία. Αἰσθανόταν ὅτι θά ἀποβάλει τό ἔμβρυο.
Ἐπῆγε ἀμέσως στόν γιατρό. Ἐκεῖνος ἀποφάνθηκε καί τῆς εἶπε ὅτι δέν εἶναι ἔγκυος. Ἡ γυναῖκα στενοχωρήθηκε καί τσακώθηκε μέ τόν γιατρό γιά τήν κακή διάγνωσι πού ἔκανε. Ὁ γιατρός τῆς εἶπε ὅτι πρέπει νά κάνη ἐγχείρησι διότι τό ἔμβρυο ἔχει πεθάνει μέσα στήν κοιλιά της.
Ἡ γυναῖκα ντρεπόταν νά εἰπεῖ τό πρόβλημά της στόν ἱερέα μας, τόν π. Τιμόθεο. Τοῦ τό εἶπε ὅμως μία ἄλλη μικρότερη ἀδελφή της καί ὁ π. Τιμόθεος τήν ἐπισκέφθηκε. Τῆς ἔδωσε λάδι ἀπό τό καντήλι τῆς Παναγίας νά ἐπαλείψει τήν κοιλιακή της χώρα καί Ἁγιασμό γιά νά πιεῖ.
Τό θαῦμα ἔγινε! Διεκόπη ἡ αἱμορραγία της καί ἐγέννησε τό ἔμβρυο, χωρίς νά κάνει ἐγχείρησι.
Κατόπιν ἐπῆγε στόν γιατρό νά τοῦ γνωστοποιήσει τά συμβάντα. Ἐκεῖνος παραξενεύθηκε πῶς δηλαδή ἀπέβαλλε, χωρίς νά γίνει ἐγχείρησις καί χωρίς ἡ ἴδια νά πεθάνει ἀπό σηψαιμία. Κατόπιν εἶπε ὁ γιατρός στήν κοπέλλα Εἰρήνη: «Νά πιστεύεις στόν Ἰησοῦ Χριστό, διότι τό γεγονός αὐτό πού σοῦ συνέβη εἶναι θαυμαστό. Ἡ Ἐκκλησία τήν ὁποία ἀκολουθεῖς ἔχει πολλή δύναμι...».
Ὁ Κατηχητής Πέτρος Kulianga μᾶς ἀνέφερε τήν περίπτωσι μιᾶς Χριστιανῆς τῆς ἐνορίας του, ὀνόματι Εἰρήνης, ἡ ὁποία κάποιο καιρό ἔμεινε ἔγκυος.
Μετά ἀπό τρεῖς μῆνες, κατά τήν συνήθεια τῶν ἐγκύων γυναικῶν, ἐπῆγε ἡ κοπέλλα στόν γιατρό νά τήν ἐξετάσει ἐάν πράγματι εἶναι ἔγκυος καί πῶς πάει ἡ περίοδος τῆς ἐγκυμοσύνης της. Ὁ γιατρός τήν διαβεβαίωσε ὅτι εἶναι ἔγκυος καί τῆς ἔδωσε τίς κατάλληλες ὁδηγίες. Σέ λίγο καιρό ἀρρώστησε ἡ γυναῖκα καί εἶχε αἱμορραγία. Αἰσθανόταν ὅτι θά ἀποβάλει τό ἔμβρυο.
Ἐπῆγε ἀμέσως στόν γιατρό. Ἐκεῖνος ἀποφάνθηκε καί τῆς εἶπε ὅτι δέν εἶναι ἔγκυος. Ἡ γυναῖκα στενοχωρήθηκε καί τσακώθηκε μέ τόν γιατρό γιά τήν κακή διάγνωσι πού ἔκανε. Ὁ γιατρός τῆς εἶπε ὅτι πρέπει νά κάνη ἐγχείρησι διότι τό ἔμβρυο ἔχει πεθάνει μέσα στήν κοιλιά της.
Ἡ γυναῖκα ντρεπόταν νά εἰπεῖ τό πρόβλημά της στόν ἱερέα μας, τόν π. Τιμόθεο. Τοῦ τό εἶπε ὅμως μία ἄλλη μικρότερη ἀδελφή της καί ὁ π. Τιμόθεος τήν ἐπισκέφθηκε. Τῆς ἔδωσε λάδι ἀπό τό καντήλι τῆς Παναγίας νά ἐπαλείψει τήν κοιλιακή της χώρα καί Ἁγιασμό γιά νά πιεῖ.
Τό θαῦμα ἔγινε! Διεκόπη ἡ αἱμορραγία της καί ἐγέννησε τό ἔμβρυο, χωρίς νά κάνει ἐγχείρησι.
Κατόπιν ἐπῆγε στόν γιατρό νά τοῦ γνωστοποιήσει τά συμβάντα. Ἐκεῖνος παραξενεύθηκε πῶς δηλαδή ἀπέβαλλε, χωρίς νά γίνει ἐγχείρησις καί χωρίς ἡ ἴδια νά πεθάνει ἀπό σηψαιμία. Κατόπιν εἶπε ὁ γιατρός στήν κοπέλλα Εἰρήνη: «Νά πιστεύεις στόν Ἰησοῦ Χριστό, διότι τό γεγονός αὐτό πού σοῦ συνέβη εἶναι θαυμαστό. Ἡ Ἐκκλησία τήν ὁποία ἀκολουθεῖς ἔχει πολλή δύναμι...».
Ἐπιμέλεια κειμένου Αναβάσεις
Πηγή: anavaseis.blogspot.com
Κυριακή 17 Μαρτίου 2019
Εὐαγγέλιον τῆς Κυριακῆς τῆς Ὀρθοδοξίας (Α΄ Νηστειῶν).
Κατὰ Ἰωάννην, α΄44-52
44 Τῇ ἐπαύριον ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ
εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι.
45 ἦν δὲ ὁ Φίλιππος ἀπὸ
Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου.
46 εὑρίσκει Φίλιππος τὸν
Ναθαναὴλ καὶ λέγει αὐτῷ· Ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται,
εὑρήκαμεν, Ἰησοῦν τὸν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ.
47 καὶ εἶπεν αὐτῷ
Ναθαναήλ· Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· Ἔρχου
καὶ ἴδε.
48 εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει
περὶ αὐτοῦ· Ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστι.
49 λέγει αὐτῷ
Ναθαναήλ· Πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Πρὸ τοῦ σε
Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε.
50 ἀπεκρίθη Ναθαναήλ καὶ
λέγει αὐτῷ· Ραββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ.
51 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ὅτι εἶπόν σοι, εἶδόν σε ὑποκάτω τῆς
συκῆς, πιστεύεις; μείζω τούτων ὄψῃ.
52 καὶ λέγει αὐτῷ· Ἀμὴν ἀμὴν λέγω
ὑμῖν, ἀπ' ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ
ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.
Ἅγιος Ἀπόστολος & Εὐαγγελιστὴς Ἰωάννης
Πηγή: Καινὴ Διαθήκη σελ. 371-372 & myriobiblos.gr
Ἀπόστολος τῆς Κυριακῆς τῆς Ὀρθοδοξίας
24 Πίστει Μωϋσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς
θυγατρὸς Φαραώ,
25 μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ ἢ
πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν,
26 μείζονα πλοῦτον ἡγησάμενος τῶν
Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ, ἀπέβλεπεν γὰρ εἰς τὴν
μισθαποδοσίαν.
32 Καὶ τί ἔτι
λέγω; ἐπιλείψει με γὰρ διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ, Σαμψών,
Ἰεφθάε, Δαυῒδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν,
33 οἳ διὰ πίστεως
κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν,
ἔφραξαν στόματα λεόντων,
34 ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα
μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ,
παρεμβολὰς ἔκλιναν ἀλλοτρίων·
35 ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς
νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν
ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν·
36 ἕτεροι δὲ ἐμπαιγμῶν
καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς·
37 ἐλιθάσθησαν,
ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν
μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι,
38 ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐπὶ ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ
σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς.
39 Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ
τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν,
40 τοῦ Θεοῦ περὶ ἡμῶν
κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.
Ἅγιος Ἀπόστολος Παῦλος
Πηγή: Καινὴ Διαθήκη, σελ. 896-898 & myriobiblos.gr
Σάββατο 16 Μαρτίου 2019
Τὸ θαῦμα τῶν κολλύβων τοῦ Ἁγίου Θεοδώρου τοῦ Τήρωνος
Ὁ
Ἅγιος Θεόδωρος ὁ Τήρων καταγόταν ἀπὸ τὸ χωριὸ Ἀμάσεια στὴ Μαύρη
Θάλασσα, ποὺ ὀνομαζόταν Χουμιαλὰ καὶ ἔζησε κατὰ τοὺς χρόνους τῶν
αὐτοκρατόρων Μαξιμιανοῦ (286 – 305 μ.Χ.), Γαλερίου (305 – 311 μ.Χ.) καὶ
Μαξιμίνου (305 – 312 μ.Χ.). Ὀνομάζεται Τήρων, διότι κατετάγη στὸ
στράτευμα τῶν Τηρώνων, δηλαδὴ τῶν νεοσυλλέκτων, διοικούμενο ὑπὸ τοῦ
πραιπόσιτου Βρίγκα.
Διαβλήθηκε
στὸν πραιπόσιτο ὡς Χριστιανὸς καὶ κλήθηκε σὲ ἐξέταση. Ἐκεῖ ὁμολόγησε
τὴν πίστη του στὸν Χριστὸ χωρὶς δισταγμό. Ὁ διοικητὴς Βρίγκας δὲν θέλησε
νὰ προχωρήσει στὴν σύλληψη καὶ τιμωρία τοῦ Ἁγίου Θεοδώρου, ἀλλὰ τὸν
ἄφησε νὰ σκεφθεῖ καὶ νὰ τοῦ ἀπαντήσει λίγο ἀργότερα. Πίστευε ὅτι ὁ
Θεόδωρος θὰ ἄλλαζε καὶ θὰ θυσίαζε στὰ εἴδωλα.
Ὁ Μεγαλομάρτυς, ὄχι μόνο
παρέμεινε ἀδιάσειστος στὴν πίστη του, ἀλλὰ ἔκαψε καὶ τὸ ναὸ τῆς μητέρας
τῶν ψεύτικων θεῶν (δαιμόνων) Ρέας, μετὰ τοῦ εἰδώλου αὐτῆς. Ἀμέσως τότε συνελήφθη καὶ ρίχθηκε
ἀπὸ τοὺς εἰδωλολάτρες σὲ πυρακτωμένη κάμινο, ὅπου καὶ τελειώθηκε
μαρτυρικά.
Ἡ
Σύναξη τοῦ Ἁγίου Μεγαλομάρτυρα Θεοδώρου τοῦ Τήρωνος ἐτελεῖτο στὸ
ἁγιότατο Μαρτύριό του, τὸ ὁποῖο βρισκόταν στὴν περιοχὴ τοῦ Φωρακίου ἢ
Σφωρακίου, τὸ Σάββατο τῆς Α’ ἑβδομάδος τῶν Νηστειῶν, δηλαδὴ τὴν ἡμέρα
ποὺ ὁ Ἅγιος ἔκανε τὸ θαῦμα τῶν κολλύβων σώζοντας τὸν ὀρθόδοξο λαὸ ἀπὸ τὰ
μιασμένα εἰδωλόθυτα, τὰ ὁποῖα ἐπρόκειτο ἀπὸ ἄγνοια νὰ φάει.
Ἀπολυτίκιον. Ἦχος β’.
Μεγάλα τὰ τῆς πίστεως κατορθώματα!
Μεγάλα τὰ τῆς πίστεως κατορθώματα!
ἐν τῇ πηγῇ τῆς φλογός, ὡς ἐπὶ ὕδατος
ἀναπαύσεως,
ὁ Ἅγιος Μάρτυς Θεόδωρος ἠγάλλετο·
πυρὶ γὰρ ὁλοκαυτωθείς, ὡς
ἄρτος ἡδύς,
τῇ Τριάδι προσήνεκται.
Ταῖς αὐτοῦ ἱκεσίαις, Χριστὲ ὁ Θεός,
σῶσον τὰς ψυχὰς ἡμῶν.
Κοντάκιον. Ἦχος πλ. δ’. Αὐτόμελον.
Πίστιν Χριστοῦ ὡσεὶ θώρακα,
Πίστιν Χριστοῦ ὡσεὶ θώρακα,
ἔνδον λαβὼν ἐν καρδίᾳ σου,
τὰς ἐναντίας δυνάμεις
κατεπάτησας Πολύαθλε,
καὶ στέφει οὐρανίῳ,
ἐστέφθης αἰωνίως ὡς ἀήττητος.
Μεγαλυνάριον.
Δῶρον πολυτίμητον καὶ τερπνόν,
Δῶρον πολυτίμητον καὶ τερπνόν,
ἀθλήσας προσήχθης, τῷ δοξάσαντί σε λαμπρῶς·
ὅθεν ἐδωρήθης, θερμότατος προστάτης,
τῇ Ἐκκλησίᾳ πάσῃ, Τήρων Θεόδωρε.
Πηγή: synaxarion.gr
Εγγραφή σε:
Αναρτήσεις (Atom)