«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Κυριακή 3 Σεπτεμβρίου 2017

Εὐαγγέλιον τῆς Κυριακῆς ΙΓ΄Ματθαίου



Κατὰ Ματθαῖον, κα΄ 33-42.

33 Ἄλλην παραβολὴν ἀκούσατε. ἄνθρωπος τις ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκε καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν.

34 ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλε τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ. 

35 καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν. 

36 πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως.

37 ὕστερον δὲ ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων· ἐντραπήσονται τὸν υἱόν μου. 

38 οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ. 

39 καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν.

40 ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; 

41 λέγουσιν αὐτῷ· Κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. 

42 λέγει αὐτοῖς ὁ Ἰησοῦς· Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;

Πηγές: Καινὴ Διαθήκη, σελ.  93-94 & myriobiblos.gr


Ἀνάλυση:  ἐδῶ     &    Ἀκρόαση: ἐδῶ

Εὐλόγησον Κύριε

 


Ἦχος β΄.

Ὁ ἐν σοφίᾳ τὰ πάντα δημιουργήσας, 
προαιώνιε Λόγε τοῦ Πατρός,
καὶ τὴν σύμπασαν κτίσιν 
παντοδυνάμῳ σου λόγῳ συστησάμενος, 
εὐλόγησον τὸν στέφανον 
τοῦ ἐνιαυτοῦ τῆς χρηστότητος σου, 
καὶ τὰς αἰρέσεις κατάβαλε, 
διὰ τῆς Θεοτόκου, 
ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.  



Πηγή: Μηναῖον Σεπτεμβρίου, σελ. 14. ἐκδόσεις «Φῶς».

Ὁ Χριστὸς θέλει



Ὁ Χριστὸς θέλει 
κι εὐχαριστεῖται 
νὰ σκορπάει τὴ χαρά, 
νὰ πλουτίζει τοὺς πιστούς Του μὲ χαρά. 
Εὔχομαι «ἵνα ἡ χαρὰ ἡμῶν ᾑ πεπληρωμένη».

Γέροντας Πορφύριος

Κυριακή 27 Αυγούστου 2017

Εὐαγγέλιον τῆς Κυριακῆς ΙΒ΄Ματθαίου

Ὁ πλούσιος νέος

Κατά Ματθαῖον, ιθ΄16-26.


16 Καὶ ἰδοὺ εἷς προσελθὼν εἶπεν αὐτῷ· Διδάσκαλε ἀγαθέ, τί ἀγαθὸν ποιήσω ἵνα ἔχω ζωὴν αἰώνιον; 

17 ὁ δὲ εἶπεν αὐτῷ· Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεὸς. εἰ δὲ θέλεις εἰσελθεῖν εἰς τὴν ζωὴν, τήρησον τὰς ἐντολάς.

18 λέγει αὐτῷ· Ποίας; ὁ δὲ Ἰησοῦς εἶπε· Τὸ οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, 

 19 τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καί, ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. 

20 λέγει αὐτῷ ὁ νεανίσκος· Πάντα ταῦτα ἐφυλαξάμην ἐκ νεότητός μου· τί ἔτι ὑστερῶ; 

21 ἔφη αὐτῷ ὁ Ἰησοῦς· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι.

 22 ἀκούσας δὲ ὁ νεανίσκος τὸν λόγον ἀπῆλθε λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά. 

23 Ὁ δὲ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς αὐτοῦ· Ἀμὴν λέγω ὑμῖν ὅτι δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. 

24 πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυπήματος ῥαφίδος διελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. 

25 ἀκούσαντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἐξεπλήσσοντο σφόδρα λέγοντες· Τίς ἄρα δύναται σωθῆναι; 

26 ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστι, παρὰ δὲ Θεῷ πάντα δυνατά ἐστι.

Πηγή: Καινὴ Διαθήκη, σελ. 84-85  & myriobiblos.gr

Τό Δίδαγμα: ἐδῶ     &    Ἀκρόαση: ἐδῶ


Τετάρτη 23 Αυγούστου 2017

Ἡ Μήτηρ τῆς ζωῆς



Δόξα, καὶ νῦν. Ἦχος β΄.
 
Ἡ πανάμωμος νύμφη, καὶ Μήτηρ τῆς εὐδοκίας τοῦ Πατρός, 
ἡ Θεῷ προορισθεῖσα εἰς ἑαυτοῦ κατοίκησιν, 
τῆς ἀσυγχύτου ἑνώσεως, σήμερον τὴν ἄχραντον ψυχήν, 
τῷ Ποιητῇ καὶ Θεῷ παρατίθεται, 
ἤν Ἀσωμάτων δυνάμεις, θεοπρεπῶς ὑποδέχονται·
καὶ πρὸς ζωὴν μετατίθεται, ἡ ὅντως Μήτηρ τῆς ζωῆς, 
ἡ λαμπὰς τοῦ ἀπροσίτου φωτός, 
ἡ σωτηρία τῶν πιστῶν, καὶ ἐλπὶς τῶν ψυχῶν ἡμῶν. 

Πηγή: Μηναῖον Αὐγούστου, ἐκδόσεις «Φῶς», σελ. 207.

Κυριακή 20 Αυγούστου 2017

Εὐαγγέλιον τῆς Κυριακῆς ΙΑ΄ Ματθαίου


Κατὰ Ματθαῖον, ιη΄14-23.

23 Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ ὃς ἠθέλησεν συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ. 

24 ἀρξαμένου δὲ αὐτοῦ συναίρειν προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων. 

25 μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ κύριος αὐτοῦ πραθῆναι καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα καὶ πάντα ὅσα εἶχε, καὶ ἀποδοθῆναι. 

26 πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ λέγων· κύριε μακροθύμησον ἐπ' ἐμοί, καὶ πάντα σοι ἀποδώσω.

27 σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτόν, καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. 

28 ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἔπνιγεν λέγων· ἀπόδος μοι εἴ τι ὀφείλεις. 

29 πεσὼν οὖν ὁ σύνδουλος αὐτοῦ εἰς τοὺς πόδας αὐτοῦ παρεκάλει αὐτὸν λέγων· μακροθύμησον ἐπ' ἐμοί, καὶ ἀποδώσω σοι· 

30 ὁ δὲ οὐκ ἤθελεν, ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον. 

31 ἰδόντες δὲ οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα, καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα. 

32 τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῷ· δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με· 

33 οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς καὶ ἐγὼ σὲ ἠλέησα; 

34 καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον αὐτῷ. 

35 Οὕτω καὶ ὁ πατήρ μου ὁ ἐπουράνιος ποιήσει ὑμῖν ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτῶν.

Πηγή: Καινὴ Διαθήκη, σελ. 80-81 & myriobiblos.gr

Τό Δίδαγμα: ἐδῶ     &    Ἀκρόαση: ἐδῶ


Θεοτόκε Πανύμνητε


Δόξα, καὶ νῦν. Ἦχος δ΄. 

Τὴν πάνσεπτον σου Κοίμησιν, 
Παναγία Παρθένε ἁγνή, 
τῶν Ἀγγέλων τὰ πλήθη ἐν οὐρανῷ, 
καὶ ἀνθρώπων τὸ γένος ἐπὶ τῆς γῆς μακαρίζομεν· 
ὅτι Μήτηρ γέγονας τοῦ Ποιητοῦ τῶν ἀπάντων
Χριστοῦ τοῦ Θεοῦ. Αὐτὸν ἱκετεύουσα,
ὑπὲρ ἡμῶν μὴ παύσῃ δεόμεθα, 
τῶν εἰς σὲ μετὰ Θεὸν τὰς ἐλπίδας θεμένων, 
Θεοτόκε Πανύμνητε καὶ ἀπειρόγαμε. 

Πηγή: Μηναῖον Αὐγούστου, σελ. 191, ἐκδόσεις «Φῶς ».