«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Κυριακή 15 Οκτωβρίου 2017

Μεγάλο ἀγαθό



Μεγάλο ἀγαθὸ εἶναι 
τὸ νὰ ἐλεεῖ κάποιος τοὺς φτωχοὺς. 
Ἀλλὰ τίποτε δὲν εἶναι τόσο μεγάλο, 
ὅσο τὸ νὰ ἀπαλλάσει κάποιον 
ἀπὸ τὴν πλάνη. 

Ἅγιος Ἰωάννης ὁ Χρυσόστομος

Πέμπτη 12 Οκτωβρίου 2017

Περὶ ἀναγνώσεως





 
  
Προσεχέτω τοιγαροῦν 
ἕκαστος τῇ ἀναγνώσει.

Οἱ γὰρ λόγοι τῶν ἁγίων 
 Θεοῦ λόγοι 
καὶ οὐκ ἀνθρώπων εἰσίν. 

Ἐμβαλέτω τούτους 
ἐν τῇ καρδίᾳ αὐτοῦ καὶ 
 τηρείτω αὐτοὺς ἀσφαλῶς, 
ἐπειδὴ οἱ λόγοι τοῦ Θεοῦ
 λόγοι ζωῆς εἰσι καὶ
 ὁ ἔχων αὐτοὺς ἐν ἑαυτῷ 
καὶ φυλάσσων αὐτοὺς, 
ἔχει ζωὴν αἰώνιον. 

Ἅγιος Συμεὼν ὁ Νέος Θεολόγος 

Πηγή: Κατηχήσεις- Εὐχαριστίαι,  Ὁσίου Πατρός ἡμῶν Συμεών τοῦ Νέου Θεολόγου, Τόμος Α΄, «Ὀρθόδοξος Κυψέλη», σελ. 196.
 

Κυριακή 8 Οκτωβρίου 2017

Εὐαγγέλιον τῆς Κυριακῆς Γ΄ Λουκᾶ


 Κατὰ Λουκᾶν, ζ΄ 11-16.

11 Καὶ ἐγένετο ἐν τῷ ἑξῆς ἐπορεύετο εἰς πόλιν καλουμένην Ναΐν· καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἱκανοὶ καὶ ὄχλος πολύς. 

12 ὡς δὲ ἤγγισε τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς υἱὸς μονογενὴς τῇ μητρὶ αὐτοῦ, καὶ αὕτη ἦν χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ἦν σὺν αὐτῇ. 

13 καὶ ἰδὼν αὐτὴν ὁ Κύριος ἐσπλαγχνίσθη ἐπ' αὐτῇ καὶ εἶπεν αὐτῇ· Μὴ κλαῖε· 

14 καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπε· Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. 

15 καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ. 

16 ἔλαβε δὲ φόβος πάντας, καὶ ἐδόξαζον τὸν Θεὸν, λέγοντες ὅτι Προφήτης μέγας ἐγήγερται ἐν ἡμῖν, καὶ ὅτι ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.


Πηγές: Καινὴ Διαθήκη, σελ. 256 & myriobiblos.gr

Ἀνάλυση: ἐδῶ     &    Ἀκρόαση: ἐδῶ

Ἀρραβώνας καὶ Χάρη τοῦ Ἁγίου Πνεύματος


1. Ἄς προστρέξουμε μὲ προθυμία στὸ Δεσπότη Χριστὸ ποὺ μᾶς καλεῖ καί, ἀνοίγοντας σ' Αὐτὸν τὶς καρδιές μας, ἄς μὴ ἀπελπιζόμαστε γιὰ τὴ σωτηρία μας. Ὁ ἐχθρός τῆς ψυχῆς μας, θυμίζοντάς μας περασμένες ἁμαρτίας, μᾶς ἀνοίγει τὸ δρόμο πρὸς τὴν ἀπόγνωση. Ὁ Κύριος, ποὺ θεράπευσε καὶ θεραπεύει τόσες ἀσθένειες τοῦ σώματος, δὲν θὰ θεραπεύσει καὶ τὴν ἀθάνατη ψυχή, ποὺ κυριεύθηκε ἀπὸ τὴν ἀσθένεια τῆς πολύμορφης ἁμαρτίας; Γιατὶ δικά Του εἶναι τὰ λόγια• «Ὁ οὐράνιος Πατέρας μου δὲν θ' ἀποδώσει δικαιοσύνη σ' ἐκείνους ποὺ φωνάζουν σ' Αὐτὸν νύχτα- μέρα;»· Καὶ «Αἰτεῖτε, καὶ θὰ σᾶς δοθεῖ• ζητᾶτε, καὶ θὰ βρεῖτε• χτυπᾶτε, καὶ θὰ σᾶς ἀνοίξει ἡ θύρα». Μονάχα ἐμεῖς νὰ προσηλωθοῦμε στὸν Κύριο, ἀπομακρυνόμενοι μ' ὅλη μας τὴ δύναμη ἀπὸ κάθε τι, ποὺ εἶναι καὶ λέγεται ἁμαρτία.

2. Ἕνας βαριά ἄρρωστος, ποὺ δὲν μπορεῖ νὰ φάει φαγητὸ ἤ νὰ πιεῖ νερό, ἀπελπίζεται καὶ τὸν κλαῖνε οἱ συγγενεῖς του. Ἔτσι καὶ ὁ Θεὸς καὶ οἱ Ἄγγελοι λυποῦνται καὶ θρηνοῦν γιὰ τὶς ψυχές, ποὺ δὲν μποροῦν νὰ πάρουν τὴν ἐπουράνια τροφή (=θ. Κοινωνία). Ἄν λοιπὸν ἔγινες θρόνος τοῦ Θεοῦ, ἄν ἡ ψυχή σου ἔγινε ὅλη πνευματικός ὀφθαλμὸς κι' ὅλη Φῶς. Ἄν τράφηκες μὲ τὴν τροφὴ ἐκείνη τοῦ Ἁγίου Πνεύματος, ἄν πίνεις ἀπὸ τὸ ζωντανὸ νερὸ καὶ ἀπὸ τὸ πνευματικὸ κρασί ποὺ εὐφραίνει τὴν καρδιά. Ἄν ἡ ψυχή σου φόρεσε τὰ ἐνδύματα τοῦ ἀνεκφράστου φωτός. Ἄν ὁ ἐσωτερικός σου ἄνθρωπος ἔλαβε πεῖρα καὶ βεβαιότητα ὅλων αὐτῶν, τότε ζεῖς ἀπὸ τώρα τὴν πραγματικὴ αἰώνια ζωὴ καὶ ἀναπαύεσαι ἀπὸ τώρα μαζὶ μὲ τὸ Δεσπότη Χριστό! Ἄν ὅμως ἀκόμη δὲν τὰ ἔλαβες αὐτά, οὔτε τὰ ἔκανες κτῆμα σου, νὰ κλαίς θερμὰ καὶ νὰ όδύρεσαι, ποὺ δὲν απέκτησες ἀκόμη αὐτὸν τὸν πλοῦτο καὶ νὰ παρακαλεῖς ἀδιάκοπα τὸν Κύριο γιὰ τὴ φτώχεια σου. Γιατὶ λέει ὁ Κύριος• «Καθένας ποὺ ζητᾶ εὐρίσκει• καὶ ὅποιος κτυπᾶ θὰ τοῦ ἀνοιχτεῖ ἡ θύρα».

3. Ἄν τὸ λάδι ἐκεῖνο τῶν προφητῶν ἔδινε τὸ βασιλικὸ ἀξίωμα, πόσο περισσότερο ἐκεῖνοι ποὺ χρίονται στὸν ἐσωτερικὸ ἄνθρωπο μὲ το ἁγιαστικὸ λάδι τῆς ἀγαλλιάσεως καὶ δέχονται τὸν ἀρραβῶνα τοῦ Ἁγίου Πνεύματος, θὰ φτάσουν τὰ μέτρα τῆς τελειότητος καὶ θὰ κληρονομήσουν τὴ Βασιλεία τοῦ Πανβασιλέως Χριστοῦ! Γιατὶ λόγω τοῦ ἀρραβῶνα τοῦ Πνεύματος ποὺ πῆραν εἶναι σίγουρες οἱ ἐλπίδες τους, ὅτι θὰ συμβασιλεύσουν μὲ τὸ πανβασιλέα Χριστό! Διότι ἀπὸ τούτη τὴ ζωή δοκίμασαν μέσα τους τὴν ἡδονὴ καὶ τὴ Χάρη τοῦ Παναγίου Πνεύματος. Οἱ τέτοιοι ἄνθρωποι ἁρπάζονται ἀπὸ τώρα νοερά σ' ἐκεῖνον τὸν αἰῶνα καὶ βλέπουν τὰ κάλλη καὶ τὰ θαύματά του μὲ τὶς ἄδυτες λάμψεις τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ.

Ἅγιος Μακάριος ὁ Αἰγύπτιος

Πηγή: orthodoxfathers.com

Γλυκύτερο



Δὲν ὑπάρχει γλυκύτερο πράγμα 
ἀπὸ τὸ νὰ ἔχει κανεὶς 
ἀναπαυμένη τὴ συνείδησή του. 
Φτερὰ νιώθει μέσα του, πετάει. 

Ὅσιος Παΐσιος Ἁγιορείτης

Κυριακή 1 Οκτωβρίου 2017

Εὐαγγέλιον τῆς Κυριακῆς Β΄Λουκᾶ


Κατὰ Λουκᾶν, στ΄31-36.

31 καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως. 

32 καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσι. 

33 καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσι. 

34 καὶ ἐὰν δανείζητε παρ' ὧν ἐλπίζετε ἀπολαβεῖν, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανείζουσιν ἵνα ἀπολάβωσι τὰ ἴσα.

 35 πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανείζετε μηδὲν ἀπελπίζοντες, καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς. 

36 Γίνεσθε οὖν οἰκτίρμονες καθὼς καὶ ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστί. 



 Πηγές: Καινὴ Διαθήκη, σελ.  251-252 & myriobiblos.gr


Ἀνάλυση:  ἐδῶ     &    Ἀκρόαση: ἐδῶ

Τοῦ Ἁγίου Ρωμανοῦ τοῦ Μελωδοῦ

1 Ὀκτωβρίου
  Νόμων πατρῴων.


Ὑψηγορίᾳ τῶν ἐνθέων σου,
καὶ γλυκυτάτων λόγων 
μακαριώτατε, Ρωμανέ, 

πᾶσαν διάνοιαν, 
καταθέλγεις ἀνθρώπων καὶ κατευφραίνεις,
οἶά τις τροφεὺς πλουτοποιός, 
καὶ φωτίζεις φαιδρότατα, 
καὶ βοᾶν ἐκδιδάσκεις·
Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, 
καὶ ὑπερυψοῦτε, 
εἰς πάντας τοὺς αἰῶνας. 

Πηγή: Μηναῖον Ὀκτωβρίου σελ. 16, «Φῶς». 

Τρίτη 26 Σεπτεμβρίου 2017

Τῆς Μεταστάσεως τοῦ Ἁγίου Ἰωάννου τοῦ Θεολόγου

26 Σεπτεμβρίου


Ἦχος πλ. δ΄.
Εὐαγγελιστὰ Ἰωάννη, 
ἰσάγγελε Παρθένε, 
Θεολόγε θεοδίδακτε, 
ὀρθοδόξως τῷ κόσμῳ, 
τὴν ἄχραντον πλευράν, 
τὸ αἷμα καὶ τὸ ὕδωρ 
βλύζουσαν ἐκήρυξας, 
ἐν ᾧ τὴν αἰώνιον ζωήν, 
ποριζόμεθα ταῖς ψυχαῖς ἡμῶν.


Πηγή: Μηναῖον Σεπτεμβρίου, σελ. 305, «Φῶς»

Κυριακή 24 Σεπτεμβρίου 2017

Εὐαγγέλιον τῆς Κυριακῆς Α΄Λουκᾶ

Ἡ θαυμαστὴ ἀλιεία καὶ οἱ πρῶτοι Μαθηταί.

Κατὰ Λουκᾶν, ε΄ 1-11.

1 Ἐγένετο δὲ ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ τοῦ ἀκούειν τὸν λόγον τοῦ Θεοῦ καὶ αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λίμνην Γεννησαρέτ, 

2 καὶ εἶδε δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς ἀποβάντες ἀπ’ αὐτῶν ἀπέπλυνον τὰ δίκτυα. 

3 ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον· καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους. 

4 ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπε πρὸς τὸν Σίμωνα· Ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. 

5 καὶ ἀποκριθεὶς ὁ Σίμων εἶπεν αὐτῷ· Ἐπιστάτα, δι' ὅλης νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὸ δίκτυον. 

6 καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ· διερρήγνυτο δὲ τὸ δίκτυον αὐτῶν. 

7 καὶ κατένευσαν τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον, καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυθίζεσθαι αὐτά. 

8 ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσε τοῖς γόνασιν Ἰησοῦ λέγων· Ἔξελθε ἀπ' ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε· 

9 θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ᾗ συνέλαβον, 

10 ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην, υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. καὶ εἶπε πρὸς τὸν Σίμωνα ὁ Ἰησοῦς· Μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. 

11 καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντες ἅπαντα ἠκολούθησαν αὐτῷ.

 Πηγές: Καινὴ Διαθήκη, σελ.  242-243 & myriobiblos.gr


Ἀνάλυση:  ἐδῶ     &    Ἀκρόαση: ἐδῶ