«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Παρασκευή 3 Μαΐου 2013

Μεγάλη Παρασκευή

Τῇ ἁγίᾳ καὶ μεγάλῃ Παρασκευῇ τὰ ἅγια καὶ σωτήρια καὶ φρικτὰ πάθη τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπιτελοῦμεν·
τοὺς ἐμπτυσμούς, τὰ ραπίσματα, τά κολαφίσματα, τὰς ὕβρεις, τοὺς γέλωτας, τὴν πορφυρᾶν χλαῖναν, τὸν κάλαμον, τὸν σπόγγον, τὸ ὄξος, τοὺς ἥλους,
τὴν λόγχην· καὶ πρὸ πάντων τὸν σταυρὸν καὶ τὸν θάνατον, ἃ δι' ἡμᾶς ἑκὼν κατεδέξατο· ἔτι δὲ καὶ τὴν τοῦ εὐγνώμονος λῃστοῦ, τοῦ συσταυρωθέντος αὐτῷ, σωτήριον ἐν τῷ σταυρῷ ὁμολογίαν.

Σήμερον κρεμᾶται ἐπὶ ξύλου, ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας.
Σήμερον κρεμᾶται ἐπὶ ξύλου, ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας.
Σήμερον κρεμᾶται ἐπὶ ξύλου, ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας.
Στέφανον ἐξ ἀκανθῶν περιτίθεται, ὁ τῶν γγέλων Βασιλεύς.
Ψευδ πορφύραν περιβάλλεται, ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις.
Ράπισμα κατεδέξατο, ὁ ἐν Ἰορδάνῃ ἐλευθερώσας τὸν Ἀδάμ.
Ἥλοις προσηλώθη, ὁ Νυμφίος τῆς Ἐκκλησίας.
Λόγχ ἐκεντήθη ὁ Υἱὸς τῆς Παρθένου. 
Προσκυνοῦμεν σου τὰ Πάθη, Χριστέ.
Προσκυνοῦμεν σου τὰ Πάθη, Χριστέ.
Προσκυνοῦμεν σου τὰ Πάθη, Χριστέ.
Δεῖξον ἡμῖν, καὶ τὴν ἔνδοξόν σου Ἀνάστασιν.  

Ἐξηγόρασας ἡμᾶς
ἐκ τῆς κατάρας τοῦ νόμου, τῷ τιμίῳ σου αἵματι·
τῷ Σταυρπροσηλωθείς, καὶ  τῇ λόγχῃ κεντηθείς, 
τὴν ἀθανασίαν ἐπήγασας ἀνθρώποις, Σωτὴρ ἡμῶν, δόξα σοι.
    
Σήμερον τοῦ ναοῦ τὸ καταπέτασμα, 
εἰς ἔλεγχον ρήγνυται τῶν παρανόμων, 
καὶ τὰς ἰδίας ἀκτῖνας, ὁ ἥλιος κρύπτει, 
Δεσπότην ὁρῶν σταυρούμενον.

Σωτηρίαν εἰργάσω ἐν μέσῳ τῆς γῆς, Χριστὲ ὁ Θεός·
ἐπὶ Σταυροῦ τὰς ἀχράντους Σου χερας ἐξέτεινας, 
ἐπισυνάγων πάντα τὰ ἔθνη, κράζοντα· Κύριε,δόξα σοι.

Βλέπων ὁ ληστής τὸν ἀρχηγόν τῆς ζωῆς 
ἐπὶ σταυροῦ κρεμάμενον, ἔλεγεν·
Εἰ μὴ Θεὸς ὑπῆρχε σαρκωθείς, 
ὁ σὺν ἡμῖν σταυρωθείς, 
οὐκ ἂν ὁ ἥλιος τάς ἀκτνας ἐναπέκρυψεν,
οὐδὲ ἡ γῆ σειομένη ἐκυμαίνετο.  
Ἀλλ' ὁ πάντων ἀνεχόμενος,  
μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου.

Πηγή: Τριώδιον, σελ. 447, 448, 454, 455, 462 & 465