Τῇ ἁγίᾳ καὶ μεγάλῃ Πέμπτῃ, οἱ τὰ πάντα καλῶς διαταξάμενοι θεῖοι Πατέρες, ἀλληλοδιαδόχως ἔκ τε τῶν θείων Ἀποστόλων καὶ τῶν ἱερῶν Εὐαγγελίων παραδεδώκασιν ἡμῖν τέσσαρά τινα ἑορτάζειν· τὸν ἱερόν Νιπτῆρα, τὸν μυστικόν Δεῖπνον (δηλαδὴ τὴν παράδοσιν τῶν καθ' ἡμᾶς φρικτῶν Μυστηρίων), τὴν ὑπερφυᾶ Προσευχήν καὶ τὴν Προδοσίαν αὐτήν.
Τὴν ἀπ' αἰῶνος, κεκαλυμμένην Χριστός,
σοφίαν μυσταγωγῶν, ἔδειξας ὁμοῦ,
πᾶσι τοῖς Ἀποστόλοις, Σωτὴρ ἐπὶ τοῦ δείπνου·
ἣν ταῖς Ἐκκλησίαις, παρέδωκαν οἱ θεοφόροι.
Τῆς ὑπὲρ νοῦν, καὶ ἀφράστου γνώσεως,
τὸ ὕψος σου Ἰησοῦ, τίς μὴ ἐκπλαγῇ,
ὅτι πηλῷ παρέστης, ὁ Κτίστης τῶν ἁπάντων,
νίπτων μὲν τοὺς πόδας, ἐκμάσσων δὲ καὶ τῷ λεντίῳ;
Ἕνα Θεόν, κατ`οὐσίαν σέβομαι, τρεῖς ὑποστάσεις ὑμνῶ,
διοριστικῶς, ἄλλας ἀλλ' οὐκ ἀλλοίας,
ἐπεὶ Θεότης μία, ἐν τρισὶ τὸ κράτος·
καὶ γὰρ Πατήρ, Υἱὸς καὶ Πνεῦμα.
Τὸ Πάσχα Χριστός ἐστι, τὸ μέγα καὶ σεβάσμιον,
βρωθεὶς ὡς ἄρτος, τυθεὶς δὲ ὡς πρόβατον·
αὐτὸς γὰρ ἀνήνεκται, ὑπὲρ ἡμῶν θυσία,
αὐτοῦ τὸ Σῶμα εὐσεβῶς καὶ αὐτοῦ τὸ Αἶμα πάντες,
μυστικῶς μεταλαμβάνομεν.
Χριστὸς εἱστιάσατο, τὸν Κόσμον ὁ οὐράνιος,
καὶ θεῖος Ἄρτος. Δεῦτε οὖν φιλόχριστοι,
πηλίνοις ἐν στόμασιν, ἀγναῖς δὲ ταῖς καρδίαις,
ὑποδεξώμεθα πιστῶς, τὸν θυόμενον τὸ Πάσχα,
ἐν ἡμῖν ἱερουργούμενον.
Οτε οἱ ἔνδοξοι μαθηταί, ἐν τῷ νιπτῆρι τοῦ δείπνου ἐφωτίζοντο,
τότε Ἰούδας ὁ δυσσεβής, φιλαργυρίαν νοσήσας ἐσκοτίζετο,
καὶ ἀνόμοις κριταῖς, σὲ τὸν δίκαιον κριτὴν παραδίδωσι.
Βλέπε, χρημάτων ἐραστά, τὸν διὰ ταῦτα ἀγχόνῃ, χρησάμενον·
φεῦγε ἀκόρεστον ψυχήν, τὴν διδασκάλῳ τοιαῦτα τολμήσασαν.
Ὁ περὶ πάντας ἀγαθός, Κύριε, δόξα σοι.
Πηγή: Τριώδιον, σελ. 421 & 426