Τῷ ἁγίῳ καὶ μεγάλῳ Σαββάτῳ τὴν θεόσωμον ταφὴν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τὴν εἰς ᾍδου κάθοδον ἑορτάζομεν,
δι' ὦν τῆς φθορᾶς τὸ ἡμέτερον γένος ἀνακληθὲν πρὸς αἰωνίαν ζωὴν μεταβέβηκε.
Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν,
ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι.
Ὁ Θεός ἐστι ἐν συναγωγῇ θεῶν,
ἐν μέσῳ δὲ θεοὺς διακρῖνει.
Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν,
ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι.
Ἕως πότε κρίνετε ἀδικίαν καὶ
πρόσωπα ἁμαρτωλῶν λαμβάνετε;
Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν,
ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι.
Κρίνατε ὀρφανῷ καὶ πτωχῷ,
ταπεινὸν καὶ πένητα δικαιώσατε.
Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν,
ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι.
Ἐξέλεσθε πένητα καὶ πτωχὸν,
ἐκ χειρὸς ἁμαρτωλοῦ ρύσασθε αὐτόν.
Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν,
ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι.
Οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν·
ἐν σκότει διαπορεύονται·
σαλευθήτωσαν πάντα τὰ θεμέλια τῆς γῆς.
ἐν σκότει διαπορεύονται·
σαλευθήτωσαν πάντα τὰ θεμέλια τῆς γῆς.
Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν,
ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι.
Ἐγὼ εἶπα· Θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες·
ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε
καὶ ὡς εἶς τῶν ἀρχόντων πίπτετε.
Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν,
ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι.
Μνήσθητι, εὔσπλαχνε, καὶ ἡμῶν,
καθώς ἐμνημόνευσας τοῦ λῃστοῦ
ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
καθώς ἐμνημόνευσας τοῦ λῃστοῦ
ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
Πηγή: Τριώδιον, σελ. 499 & 500