Τῇ ἁγίᾳ καὶ μεγάλη Κυριακῇ τοῦ Πάσχα αὐτὴν τὴν ζωηφόρον Ἀνάστασιν ἐορτάζομεν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτήρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ καὶ ζωοποιῷ καὶ ἀδιαιρέτῳ Τριάδι,
πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας,
καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Ἀναστάσεως ἡμέρα, λαμπρυνθῶμεν Λαοί·
Πάσχα Κυρίου, Πάσχα· ἐκ τοῦ θανάτου πρὸς ζωήν,
καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός,
ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.
Εἰ καὶ ἐν τάφῳ κατῆλθες ἀθάνατε,
ἀλλὰ τοῦ ᾍδου καθεῖλες τὴν δύναμιν·
καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός,
γυναιξὶ μυροφόροις, φθεγξάμενος, Χαίρετε,
καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος,
ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.
Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται·
Πάσχα καινόν, Ἅγιον· Πάσχα μυστικόν·
Πάσχα πανσεβάσμιον· Πάσχα Χριστός ὁ Λυτρωτής·
Πάσχα ἄμωμον· Πάσχα μέγα· Πάσχα τῶν πιστῶν·
Πάσχα, τὸ πύλας ὑμῖν τοῦ Παραδείσου ἀνοῖξαν·
Πάσχα, πάντας ἁγιάζον πιστούς.
Δεῦτε ἀπό θέας Γυναῖκες εὐαγγελίστριαι,
καί τῇ Σιῶν εἴπατε·
Δέχου παρ' ἡμῶν χαρᾶς εὐαγγέλια,
τῆς Ἀναστάσεως Χριστοῦ·
τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ,
τὸν Βασιλέα Χριστόν,
τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ,
τὸν Βασιλέα Χριστόν,
θεασαμένη ἐκ τοῦ μνήματος,
ὡς νυμφίον προερχόμενον.
Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος,
ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου,
εὔρον Ἅγγελον, ἐπὶ τὸν λίθον καθήμενον,
καὶ αὐτὸς προφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε·
Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;
τί θρηνεῖτε, τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ;
ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς.
Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ·
ἡ γὰρ δόξα Κυρίου, ἐπὶ σὲ ἀνέτειλε.
Χόρευε νῦν, καὶ ἀγάλλου Σιών·
σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε,
ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.
Πηγή: Πεντηκοστάριον, σελ. 1, 2, 3 & 5