«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Πέμπτη 5 Σεπτεμβρίου 2013

Τοῦ Ἁγίου Προφήτου Ζαχαρίου, πατρὸς τοῦ Τιμίου Προδρόμου

Ἦχος δ'. Ἔδωκας σημείωσιν.
Χρῖσμα περικείμενος, στολήν τε θείαν ἀοίδιμε, 
Ζαχαρία ὡς ἄγγελος, Θεῷ ἱεράτευσας, 
μεσιτεύων πλάστῃ, καὶ πλάσματι μάκαρ, 
καὶ τὰς δηλώσεις ἐναργῶς, τοῦ θείου Πνεύματος εἰσδεχόμενος·
διό σε μακαρίζομεν, καὶ τὴν ἁγίαν σου σήμερον, 
ἐκτελοῦντες πανήγυριν, τὸν Σωτῆρα δοξάζομεν.


Δόξα. Ἦχος πλ. δ'. Ἰωάννου Μοναχοῦ.
Ἱερωσύνης νομικῆς, ἐνδεδυμένος ὄντως στολὴν, 
κατὰ τὴν τάξιν Ἀαρὼν ἐλειτούγησας·
καὶ παρεστὼς ἐν τῷ ναῷ, ἀγγελικὴν μορφὴν ἐμφανῶς,
ἐθεάσω παμμακάριστε· διὸ σου τὴν μετάστασιν ἄπαντες,
μέλποντες χρεωστικῶς Ζαχαρία, ᾄσμασιν εὐφημοῦμεν,
σὲ τὸν μετὰ τὸ γῆρας ἐκβλαστήσαντα, Ἰωάννην τὸν ἔνδοξον.
Πρέσβευε ὑπὲρ ἡμῶν, τὸν ἐλεήμονα Θεόν, σωθῆναι ἡμᾶς.


Καὶ νῦν. Θεοτοκίον. Κύριε, εἶ καὶ κριτηρίῳ.
Κύριε, σὺ τῆς σὲ τεκούσης πρεσβείαις, 
περιφρούρησον τὴν ποίμνην σου,
ἥν πὲρ αἵματί σου τιμίῳ, ὡς οἱκτήρμων ἐξηγόρασας,
καὶ ἐπηρείας ἐχθρῶν, ἀπήμαντον* συντήρησον, 
ὅπως ὑμνοῦντες δοξολογῶμεν, σοῦ τὴν θείαν συγκατάβασιν.


Ἀπολυτίκιον. Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ. 
Ἱερωσύνης στολισμόν, περιβαλλόμενος σοφέ, 
κατὰ τὸν νόμον τοῦ Θεοῦ, ὁλοκαυτώματα δεκτά, 
ἱεροπρεπῶς προσενήνοχας Ζαχαρία·
καὶ γέγονας φωστήρ, καὶ θεατὴς μυστικῶν, 
τὰ σύμβολα ἐν σοί, τὰ τῆς χάριτος, φέρων ἐκδήλως πάνσοφε, 
καὶ ξίφει ἀναιρεθεὶς ἐν τῷ ναῷ τοῦ Θεοῦ·
Χριστοῦ Προφῆτα, σὺν τῷ Προδρόμῳ, 
πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.


Κοντάκιον. Ἦχος γ'. Ἡ Παρθένος σήμερον.
Ὁ Προφήτης σήμερον, καὶ ἱερεὺς τοῦ Ὑψίστου, 
Ζαχαρίας προὔθηκεν, ὁ τοῦ Προδρόμου γενέτης, 
τράπεζαν, τῆς αὐτοῦ μνήμης πιστοὺς ἐκτρέφων, 
πόμα τε, δικαιοσύνης τούτοις κεράσας.
Διὸ τοῦτον εὐφημοῦμεν, ὡς θεῖον μύστην, Θεοῦ τῆς χάριτος.


Μεγαλυνάριον.
Χρῖσμα κατὰ νόμον περιβληθείς, Θεῷ τὰς λατρείας, 
ἀναφέρεις τὰς τυπικάς, καὶ τὴν τῶν συμβόλων,
 φανέρωσιν κηρύξας, Προφῆτα Ζαχαρία, ξίφει ἐκτέτμησαι.

Πηγές: Μηναῖον Σεπτεμβρίου, σελ. 67 & 68
Νέος Ἐνιαύσιος Στέφανος, 
Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου, σελ. 27

______________________________
*ἀπήμαντον: χωρίς λύκους.
ἀποίμαντον: χωρίς ποιμένα.