Τὸ ἐν Χώναις θαῦμα τοῦ Ἀρχιστρατήγου Μιχαήλ.
Ἦχος δ'. Ποίημα καὶ οὖτος Ἰωσήφ. Τῷ ὁδηγήσαντι πάλαι.
Τὸν ἀρχηγὸν τῶν Ἀγγέλων, τὸν φωταυγῆ ἥλιον,
καταυγάζοντα τὴν γῆν, ταῖς τῶν θαυμάτων λαμπρότησι,
καὶ τὴν ἀχλὺν ἀπελαύοντα, πάντοτε τῶν πειρασμῶν,
χαρμονικῶς ὑμνολογήσωμεν.
Ὁ τοὺς Ἀγγέλους ποιήσας, φλόγα πυρὸς Κύριε,
ἀποπληροῦντας δυνατῶς, τὸ σὸν πανάγιον θέλημα,
μέσον αὐτῶν διαλάμποντα, ἔδειξας ὥσπερ ἀστέρα,
Μιχαὴλ τὸν ἀρχιστράτηγον.
Ὑμνολογήσωμεν πάντες, τὸν ἀγαθὸν Κύριον,
τόν δωρησάμενον ἡμῖν, τεῖχος ἐχθροῖς ἀπροσμάχητον,
καὶ ἀπερίτρεπτον ἔρεισμα πάντοτε, κινδύνων σῴζοντα ἡμᾶς,
τὸν ἱερὸν Μιχαήλ.
Ἐπιστασίαις σου θείαις, ἀποτελεῖς πάντοτε,
τὸν θεῖον οἶκον σου σαφῶς, ἁμαρτωλῶν ἱλαστήριον,
ἀδικουμένων προσφύγιον, νόσων τε φυγαδευτήριον πασῶν,
Θεοῦ πρωτάγγελε.
Θραῦσον υἱοὺς τοὺς τῆς Ἄγαρ, διηνεκῶς ἔνδοξε,
ἐγειρομένους καθ' ἡμῶν, καὶ τῆς αὐτῶν ἡμᾶς λύτρωσαι,
καὶ προσδοκίας καὶ θλίψεως, ὅπως σε ὡς ἀγαθὸν ἡμῶν ἀεί,
προστάτην σέβωμεν.
Πηγή: Μηναῖον Σεπτεμβρίου, σελ. 77