Ἀπολυτίκιον. Ἦχος γ'. Θείας πίστεως.
Θείαν ἔλλαμψιν, Συμεών Πάτερ,
εἰσδεξάμενος, ἐν τῇ ψυχῇ σου,
φωστὴρ ἐν κόσμῳ ἐδείχθης λαμπρότατος,
διασκεδάζων αὐτοῦ τὴν σκοτόμαιναν,
καὶ πάντας πείθων ζητεῖν ἣν ἀπώλεσαν,
χάριν Πνεύματος. Αὐτὸ ἐκτενῶς ἱκέτευε,
δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Κοντάκιον. Ἦχος γ'. Ἡ Παρθένος σήμερον.
Τῷ φωτὶ λαμπόμενος, τῷ τρισηλίῳ θεόφρον,
θεολόγος γέγονας, τῆς Ὑπερθέου Τριάδος·
ἄνωθεν, σοφίαν λόγων καταπλουτήσας,
ἔβλυσας, θεοσοφίας ἔνθεα ῥεῖθρα,
ἐξ ὧν πίνοντες βοῶμεν·
χαίροις τρισμάκαρ Συμεὼν Ὅσιε.
Μεγαλυνάριον.
Ἄπασαν τὴν αἴσθησιν ὑπερβάς,
ἐκ τῶν ὑπὲρ φύσιν, θεαμάτων τὰς δωρεάς,
θεολόγῳ γλώσσῃ, ὦ Συμεὼν πορθμεύεις,
καλλιγραφῶν τὸν τρόπον, τὸν τῆς θεώσεως.
Πηγή: ΝέοςἙνιαύσιος Στέφανος,
Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου,
Ὑμνογράφου τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας σελ. 70