Δεύτερος Κανών. Τοὺς σοὺς ὑμνολόγους.
Ὁ μέγας φρουρὸς Θεσσαλονίκης, ὡς μέγας Κυρίου ποταμός,
τέρπεις λαμπρῶς τὴν πόλιν σου, τοῦ μύρου τοῖς ὁρμήμασιν·
τέρπεις λαμπρῶς τὴν πόλιν σου, τοῦ μύρου τοῖς ὁρμήμασιν·
ὡς θεῖα δὲ σκηνώματα, καθαγιάζεις τὰ σύμπαντα.
Ἡ πόλις σου Μάρτυς ὥς περ κρήνη, ναμάτων ὁρᾶται ζωτικῶν,
ὡς ρεύματα τὰ μύρα σου, ποταμηδόν προχέουσα,
θάλασσας τῶν αἱρέσεων, καὶ τῶν παθῶν κατακλύζοντα.
Τὸ μύρον Χριστὸς ἐν τῇ ψυχῇ σου, Δημήτριε ρεῦσαν νοητῶς,
ὡς χείλεσι σοῖς μέλεσι, μύρου πηγὴ ἐξέχεε,
τῆς χάριτος τοῦ Πνεύματος, σεπτὸν δεικνύων σε σκήνωμα.
Κάθισμα τοῦ Ἁγίου. Ἦχος πλ. δ' . Τὴν Σοφίαν καὶ Λόγον.
Εὐσεβείας τοῖς τρόποις καταπλουτῶν,
ἀσεβείας τὴν πλάνην καταβαλών ,
Μάρτυς κατεπάτησας, τῶν τυράννων τὰ θράση·
καὶ τῷ θείῳ πόθῳ, τὸν νοῦν πυρπολούμενος,
τῶν εἰδώλων τὴν πλάνην, εἰς χάος ἐβύθισας·
ὅθεν ἐπαξίως, ἀμοιβὴν τῶν ἀγώνων,
ἐδέξω τὰ θαύματα, καὶ πηγάζεις ἰάματα.
Ἀθλοφόρε Δημήτριε, πρέσβευε Χριστῷ τῷ Θεῷ,
τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι,
τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Ἀπολυτίκιον. Ἦχος γ'. Θείας πίστεως.
Μέγαν εὕρατο, ἐν τοῖς κινδύνοις,
σὲ ὑπέρμαχον, ἡ οἰκουμένη,
Ἀθλοφόρε τὰ ἔθνη τροπούμενον.
Ὡς οὖν Λυαίου καθεῖλες τὴν ἔπαρσιν,
ἐν τῷ σταδίῳ θαρρύνας τὸν Νέστορᾳ,
οὕτως Ἅγιε, Μεγαλομάρτυς Δημήτριε,
Χριστὸν τὸν Θεὸν ἱκέτευε,
δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Κοντάκιον. Ἦχος β'. Αὐτόμελον.
Τοῖς τῶν αἱμάτων σου ῥείθροις Δημήτριε,
τὴν Ἐκκλησίαν Θεὸς ἐπορφύρωσεν,
ὁ δούς σοι τὸ κράτος ἀήττητον,
καὶ περιέπων τὴν πόλιν σου ἄτρωτον·
αὐτῆς γὰρ ὑπάρχεις τὸ στήριγμα.
Μεγαλυνάριον.
Τὸν μέγαν ὁπλίτην καὶ Ἀθλητήν,
τὸν στεφανηφόρον, καὶ ἐν Μάρτυσι θαυμαστόν,
τὸν λόγχῃ τρωθέντα, πλευρὰν ὡς ὁ Δεσπότης,
Δημήτριον τὸν θεῖον, ὕμνοις τιμήσωμεν.
Πηγές: Μηναῖον Ὁκτωβρίου, σελ. 260 & 261
ΝέοςἙνιαύσιος Στέφανος,
ΝέοςἙνιαύσιος Στέφανος,
Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου,
Ὑμνογράφου τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας σελ.91.