41 καὶ ἰδοὺ ἦλθεν ἀνὴρ ᾧ ὄνομα ᾿Ιάειρος, καὶ αὐτὸς ἄρχων τῆς συναγωγῆς ὑπῆρχε· καὶ πεσὼν παρὰ τοὺς πόδας τοῦ ᾿Ιησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ,
42 ὅτι θυγάτηρ
μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα,
καὶ αὕτη ἀπέθνησκεν. ᾿Εν δὲ τῷ ὑπάγειν
αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν.
43 καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος
ἀπὸ ἐτῶν δώδεκα, ἥτις ἰατροῖς
προσαναλώσασα ὅλον τὸν βίον οὐκ
ἴσχυσεν ὑπ᾿ οὐδενὸς θεραπευθῆναι,
44 προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ
κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ
παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος
αὐτῆς.
45 καὶ εἶπεν ὁ ᾿Ιησοῦς·
τίς ὁ ἁψάμενός μου; ἀρνουμένων δὲ
πάντων εἶπεν ὁ Πέτρος καὶ οἱ σὺν
αὐτῷ· ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί
σε καὶ ἀποθλίβουσι, καὶ λέγεις τίς
ὁ ἁψάμενός μου;
46 ὁ δὲ ᾿Ιησοῦς
εἶπεν· ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων
δύναμιν ἐξελθοῦσαν ἀπ᾿ ἐμοῦ.
47 ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθε,
τρέμουσα ἦλθε καὶ προσπεσοῦσα αὐτῷ
δι᾿ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν
αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ
ὡς ἰάθη παραχρῆμα.
48 ὁ δὲ εἶπεν
αὐτῇ· θάρσει, θύγατερ, ἡ πίστις σου
σέσωκέ σε· πορεύου εἰς εἰρήνην.
49 ῎Ετι αὐτοῦ λαλοῦντος ἔρχεταί
τις παρὰ τοῦ ἀρχισυναγώγου λέγων
αὐτῷ ὅτι τέθνηκεν ἡ θυγάτηρ σου· μὴ
σκύλλε τὸν διδάσκαλον.
50 ὁ δὲ
᾿Ιησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ
λέγων· μὴ φοβοῦ· μόνον πίστευε, καὶ
σωθήσεται.
51 ἐλθὼν δὲ εἰς τὴν
οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν οὐδένα εἰ μὴ Πέτρον
καὶ ᾿Ιωάννην καὶ ᾿Ιάκωβον καὶ τὸν
πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα.
52 ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο
αὐτήν. ὁ δὲ εἶπε· μὴ κλαίετε· οὐκ
ἀπέθανεν, ἀλλὰ καθεύδει.
53 καὶ
κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν.
54 αὐτὸς δὲ ἐκβαλὼν ἔξω πάντας καὶ
κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησε
λέγων· ἡ παῖς, ἐγείρου.
55 καὶ
ἐπέστρεψε τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη
παραχρῆμα, καὶ διέταξεν αὐτῇ δοθῆναι
φαγεῖν.
56 καὶ ἐξέστησαν οἱ
γονεῖς αὐτῆς. ὁ δὲ παρήγγειλεν
αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.
Καινὴ Διαθήκη, σελ. 267.
Ἀδυναμία καὶ παντοδυναμία
Ἡ κόρη τοῦ Ἰαείρου ψυχορραγεῖ. Καὶ ὁ πατέρας, ἀπελπισμένος ἀπὸ κάθε ἀνθρώπινη βοήθεια, βγαίνει ἀπὸ τὸ σπίτι καὶ τρέχει. Πηγαίνει στὸν Χριστό. Καί, ἄρχοντας αὐτὸς τῶν Ἰουδαίων, ταπεινώνεται, πέφτει στά πόδια τοῦ Χριστοῦ καὶ τὸν παρακαλεῖ, νὰ πάῃ στὸ σπίτι καὶ νὰ γλυτώσῃ τὴν κόρη του ἀπὸ τὸ θάνατο. Καὶ ὁ Χριστός, ἀφοῦ θεράπευσε τὴν αἱμορροοῦσα γυναῖκα, πῆγε στὸ σπίτι τοῦ Ἰαείρου.
Ἀλλὰ ἡ κόρη εἶχε πεθάνει. Κλάματα καὶ σπαρακτικὲς φωνὲς ἀκούγονταν. Ὁ Χριστὸς τοὺς διώχνει ὅλους ἀπὸ τὸ δωμάτιο τῆς νεκρᾶς, κρατάει μόνο κοντά του τοὺς τρεῖς ἀγαπημένους μαθητάς του καὶ τοὺς γονεῖς τῆς κόρης, στέκεται μπροστὰ στὴ νεκρά, πιάνει τὸ χέρι της, διατάζει ν' ἀναστηθῇ, καὶ τὸ θαῦμα ἀμέσως ἔγινε. Ἡ κόρη ἀναστήθηκε.
Στὴν περίπτωση τῆς αἱμορροούσης γυναικὸς ὁ Χριστὸς νίκησε τὴν ἀσθένεια. Στὴν περίπτωσι τῆς κόρης τοῦ Ἰαείρου ὁ Χριστὸς νίκησε τὸ θάνατο. Καὶ στὰ δυὸ θαύματα φαίνεται καθαρά, ἀπὸ τὸ ἕνα μέρος ἡ ἀδυναμία τῶν ἀνθρώπων, κι ἀπὸ τὸ ἄλλο μέρος ἡ παντοδυναμία τοῦ Χριστοῦ.
Στὴν περίπτωση τῆς αἱμορροούσης γυναικὸς ὁ Χριστὸς νίκησε τὴν ἀσθένεια. Στὴν περίπτωσι τῆς κόρης τοῦ Ἰαείρου ὁ Χριστὸς νίκησε τὸ θάνατο. Καὶ στὰ δυὸ θαύματα φαίνεται καθαρά, ἀπὸ τὸ ἕνα μέρος ἡ ἀδυναμία τῶν ἀνθρώπων, κι ἀπὸ τὸ ἄλλο μέρος ἡ παντοδυναμία τοῦ Χριστοῦ.
Ἐπίσκοπος Αὐγουστῖνος Καντιώτης
Πηγή: Κυριακή, Ἐπισκόπου Αὐγουστίνου Καντιώτου,
σελ. 239-240 (ἀπόσπασμα)