Κύριε Παντοκράτορ ὁ Θεὸς ἡμῶν,
ὁ τῇ τοῦ πιστοῦ ποιμένος καὶ ὁμολογητοῦ σου
Βασιλείου διδαχῇ καὶ ἐπιμελείᾳ
τὰς τῶν λυμεώνων αἱρέσεις καὶ κακοδοξίας πόρρω
ἀπὸ τῆς τῶν πιστῶν σου ποίμνης ἀπελάσας,
οὗ ταῖς ἱκεσίαις δυσωπηθείς, πρόσδεξαι, δεόμεθά σου,
τὰς εὐχὰς ἡμῶν, καὶ ἀντίδος ἡμῖν χάριν,
ἵνα πάντοτε ἐν ὀρθοδόξῳ πίστει,
ἀγάπη τε εἰλικρινεῖ, καὶ ἐλπίδι βεβαίᾳ σὲ λατρεύωμεν,
καὶ ἔργοις ἀγαθοῖς ζῶσαν τὴν πίστιν ἔχωμεν·
ὅπως ἀπὸ πάσης τῆς τῶν ἐλαττωμάτων καὶ σφαλμάτων
νοός τε καὶ σώματος κηλῖδος καθαροί, καὶ ἐλεύθεροι
τῷ ἐλέει σου διατηρούμενοι, καὶ τὴν ἀοίδιμον μνήμην αὐτοῦ
ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς
ἐτησίως γεραίροντες, καὶ νῦν καὶ ἐν τῷ μέλλοντι
καταξιωθῶμεν εὐαρεστῆσαι σοι.
Ὅτι εὐλογητὸς εἶ ἐν πᾶσι τοῖς ἁγίοις σου
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἱερομόναχος Ἄνθιμος Δρόσος Βρυέννιος
Πηγή: Μέγα Προσευχητάριον, Α. Σιμωνώφ, σελ. 562.