«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Σάββατο 18 Ιανουαρίου 2014

Τῶν Ἁγίων Ἀθανασίου τοῦ Μεγάλου καὶ Κυρίλλου Πατριαρχῶν Ἀλεξανδρείας

Ἀπολυτίκιον. Ἦχος γ'. Θείας πίστεως.
Ἔργοις λάμψαντες, Ὀρθοδοξίας, 
πᾶσαν σβέσαντες, κακοδοξίαν, 
νικηταὶ τροπαιοφόροι γεγόνατε·
τῇ εὐσεβείᾳ τὰ πάντα πλουτήσαντες, 
τὴν Ἐκκλησίαν μεγάλως κοσμήσαντες, 
ἀξίως εὕρατε, Χριστὸν τὸν Θεὸν ἡμῶν, 
δωρούμενον πᾶσι τὸ μέγα ἔλεος.


Κοντάκιον. Ἦχος δ'. Ἐπεφάνης σήμερον.
Ἱεράρχαι μέγιστοι τῆς εὐσεβείας, 
καὶ γενναίοι πρόμαχοι, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, 
πάντας φρουρεῖτε τοὺς ψάλλοντας·
Σῶσον Οἰκτίρμον, τοὺς πίστει τιμῶντάς σε.


Μεγαλυνάριον. 
Ἄνθραξ Ἀθανάσιος νοητός, 
ὤφθη καταφλέγων, τὴν Ἀρείου ὕλην σαθρὰν·
κῦρος δὲ δογμάτων, ὁ Κύριλλος παρέχει, 
ἐλέγχων Νεστορίου, τὴν ἀθεότητα.

Μοναχὸς Γεράσιμος Μικραγιαννανίτης 

Ὑμνογράφος τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας 

Πηγή: Νέος ἑνιαύσιος στέφανος, Μοναχοῦ Γερασίμου Μικραγιαννανίτη, σελ. 195-196.