Ἀπολυτίκιον. Ἦχος δ' . Ταχὺ προκατάλαβε.
Ὡς στύλος ἀκλόνητος τῆς Ἐκκλησίας Χριστοῦ,
καὶ λύχνος ἀείφωτος, τῆς οἰκουμένης σοφέ,
ἐδείχθης Χαράλαμπες·
ἔλαμψας ἐν τῷ κόσμῳ, διὰ τοῦ μαρτυρίου,
ἔλυσας καὶ εἰδώλων τὴν σκοτόμαιναν μάκαρ·
διὸ ἐν παρρησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἡμᾶς.
Κοντάκιον. Ἦχος δ' . Ἐπεφάνης σήμερον.
Ὡς φωστὴρ ἀνέτειλας ἐκ τῆς Ἑῴας,
καὶ πιστοὺς ἐφώτισας, ταῖς τῶν θαυμάτων σου βολαῖς,
Ἱερομάρτυς Χαράλαμπες·
ὅθεν τιμῶμεν, τὴν θείαν σου ἄθλησιν.
Μεγαλυνάριον.
Τὸν ἐν Ἀθλοφόροις ὶερουργόν,
καὶ ἐν ἱερεῦσιν, ἱερώτατον Ἀθλητὴν,
τὸν θαυμάτων ῥείθρα, πηγάζοντα τῷ κόσμῳ,
τὸν μέγαν Χαραλάμπην, ὕμνοις τιμήσωμεν.
Γεράσιμος Μοναχὸς Μικραγιαννανίτης
Ὑμνογράφος τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας
Πηγή: Νέος Ἑνιαύσιος Στέφανος, Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου, σελ. 226-227.