«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Δευτέρα 14 Απριλίου 2014

Τῆς Ἁγίας καὶ Μεγάλης Δευτέρας

 Ἦχος πλ. δ'.
 Ἰδοὺ ὁ Νυμφίος ἔρχεται, ἐν τῷ μέσῳ τῆς νυκτός·

καὶ μακάριος ὁ δοῦλος, ὃν εὑρήσει γρηγοροῦντα·

ἀνάξιος δὲ πάλιν, ὃν εὑρήσει ῥαθυμοῦντα.

Βλέπε οὖν ψυχή μου, μὴ τῷ ὕπνῳ κατενεχθῇς,

ἴνα μὴ τῷ θανάτῳ παραδοθῇς

 καὶ τῆς βασιλείας ἔξω κλεισθῇς·

ἀλλὰ ἀνάνηψον κράζουσα·

Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν,

διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.

   

Κοντάκιον. Ἦχος πλ. δ'. Ὠς ἀπαρχὰς τῆς φύσεως. 
Ὁ Ἰακὼβ ὠδύρετο, τοῦ Ἰωσὴφ τὴν στέρησιν·

καὶ ὁ γενναῖος ἐκάθητο ἅρματι, ὡς βασιλεὺς τιμώμενος· 

τῆς Αἰγυπτίας γὰρ τότε, 

ταῖς ἡδοναῖς μὴ δουλεύσας ἀντεδοξάζετο, 

παρὰ τοῦ βλέποντος τὰς τῶν ἀνθρώπων καρδίας, 

καὶ νέμοντος στέφος ἄφθαρτον. 


Γεράσιμος Μοναχὸς Μικραγιαννανίτης 
Ὑμνογράφος τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας

Πηγή: Νέος Ἑνιαύσιος Στέφανος, Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου, σελ. 455-456.