«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Παρασκευή 9 Μαΐου 2014

Τοῦ Ἀγίου Μεγαλομάρτυρος Χριστοφόρου

Ἀπολυτίκιον. Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Στολαῖς ταῖς ἐξ αἵματος, ὡραϊζόμενος, 
Κυρίῳ παρίστασαι, τῷ Βασιλεῖ οὐρανῶν, 
Χριστοφόρε ἀοίδιμε· 
ὅθεν σὺν Ἀσωμάτων, καὶ Μαρτύρων χορείαις, 
ᾄδεις τῇ τρισαγίῳ, καὶ φρικτῇ μελῳδίᾳ· 
διὸ ταῖς ἱκεσίαις ταῖς σαῖς, 
σῶζε τοὺς δούλους σου. 


Κοντάκιον. Ἦχος δ'. Ἐπεφάνης σήμερον.
Χριστὸν φέρων ἔνδοξε, ἐν τῇ ψυχῇ σου, 
ἰσχυρῶς κατέβαλες, τῶν ἑναντίων τὰς ἀρχάς· 
διὸ Χριστὸν ἐκδυσώπησον, 
ὦ Χριστοφόρε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. 


Μεγαλυνάριον. 
Μάρτυς ἀκατάπληκτος καὶ στερρός, 
πέλων τῇ ἰδέᾳ, Χριστοφόρε καὶ τῷ νοΐ, 
τῶν ἀντικειμένων, κατέπληξας τὰ στίφη, 
ἀθλήσας ὑπὲρ φύσιν, πόθῳ τοῦ Κτίστου σου.


Γεράσιμος Μοναχὸς Μικραγιαννανίτης 
Ὑμνογράφος τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας

Πηγή: Νέος Ἑνιαύσιος Στέφανος, Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου, σελ. 316-317.