ᾨδὴ γ'. Ὁ Εἰρμός.
Δυνάμει τοῦ Σταυροῦ σου Χριστέ,
στερέωσόν μου τὴν διάνοιαν,
εἰς τὸ ὑμνεῖν καὶ δοξάζειν σου,
τὴν σωτήριον Ἀνάληψιν.
Τροπάρια.
Ἀνῆλθες Ζωοδότα Χριστέ,
πρὸς τὸν Πατέρα καὶ ἀνύψωσας,
ἡμῶν τὸ γένος φιλάνθρωπε,
τῇ ἀφάτῳ εὐσπλαχνίᾳ σου.
Αἱ τάξεις τῶν Ἀγγέλων Σωτήρ,
βροτείαν φύσιν θεασάμεναι,
συνανιοῦσαν σοι ἀπαύστως,
ἐκπληττόμεναι ἀνύμνουν σε.
Ἐξίσταντο, Ἀγγέλων χοροί,
Χριστέ ὁρῶντες μετά σώματος,
ἀναληφθέντα, καὶ ἀνύμνουν
τῆν ἁγίαν σου Ἀνάληψιν.
Τὴν φύσιν τῶν ἀνθρώπων Χριστέ,
φθορᾷ πεσοῦσαν ἐξανέστησας,
καὶ τῇ ἀνόδῳ σου ὕψωσας,
καὶ σαυτῷ ἡμᾶς ἐδόξασας.
Θεοτοκίον.
Ἱκέτευε ἀπαύστως Ἁγνή,
τὸν προελθόντα ἐκ λαγόνων σου,
ρυσθῆναι πλάνης διαβόλου,
τοὺς ὑμνοῦντάς σε Μητέρα Θεοῦ.
Πηγή: Πεντηκοστάριον, «Φῶς», σελ. 175.