Ἦχος α΄. Γερμανοῦ.
Τὸ ἀπόρρητον τοῖς Ἄγγέλοις,
καὶ ἀνθρώποις μεγαλεῖον,
καὶ ἀπ᾿ αἰῶνος χρησμοδοτούμενον, μυστήριον παράδοξον,
σήμερον ἐν τοῖς λαγόσι τῆς σώφρονος Ἄννης βρεφουργεῖται,
Μαρία ἡ Θεόπαις, ἑτοιμαζομένη εἰς κατοικίαν,
τοῦ παμβασιλέως τῶν αἰώνων, καὶ εἰς ἀνάπλασιν τοῦ γένους ἡμῶν·
ἣν ἐν καθαρῷ συνειδότι καθικετεύσωμεν,
ἀναβοώντες πρὸς αὐτὴν· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ,
ὡς προστασία ὑπάρχουσα ἡμῶν τῶν χριστιανῶν,
τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Πηγή: Μηναῖον Δεκεμβρίου, «Φῶς», σελ. 115.