«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Κυριακή 25 Μαρτίου 2018

Ὁ Εὐαγγελισμός τῆς Θεοτόκου


Ἀπολυτίκιον. Ἦχος δ’. 
Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ κεφάλαιον, 
καὶ τοῦ ἀπ' αἰῶνος μυστηρίου ἡ φανέρωσις· 
ὁ Υἷός του Θεοῦ, υἱὸς τῆς Παρθένου γίνεται, 
καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται. 
Διὸ καὶ ἡμεῖς σὺν αὐτῷ, τῇ Θεοτόκῳ βοήσωμεν· 
Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετά σοῦ.

Κοντάκιον  Ἦχος πλ. δ’. Αὐτόμελον.
Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια
Ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια
Ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε.
Ἀλλ’ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον
Ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον
Ἵνα κράζω σοι, χαῖρε Νύμφη Ἀνύμφευτε.


Ἱερός Ναός Εὑαγγελισμοῦ τῆς Θεοτόκου - Ναζαρέτ
Μεγαλυνάριον. 
Νῦν εὐαγγελίζεται Γαβριήλ, 
τὸ χαῖρε κραυγάζων, μετὰ δέους τῇ Μαριάμ. 
Ὢ τοῦ ξένου τρόπου, ἐν μήτρᾳ γὰρ ἀχράντῳ, 
συνείληπται ὁ Πλάστης, σώζων ὃν ἔπλασε.

Πηγή: synaxarion.gr