Τροπάριον. Ἦχος πλ. δ΄.
Ὅτε οἱ ἔνδοξοι Μαθηταί,
ἐν τῷ νιπτῆρι τοῦ
Δείπνου ἐφωτίζοντο,
τότε Ἰούδας ὁ δυσσεβής,
φιλαργυρίαν νοσήσας
ἐσκοτίζετο,
καὶ ἀνόμοις κριταῖς,
σὲ τὸν δίκαιον Κριτὴν παραδίδωσι.
Βλέπε
χρημάτων ἐραστά,
τὸν διὰ ταῦτα ἀγχόνῃ χρησάμενον,
φεῦγε ἀκόρεστον ψυχὴν
τὴν Διδασκάλῳ τοιαῦτα τολμήσασαν.
Ὁ περὶ πάντας ἀγαθός,
Κύριε δόξα σοι.
Ὕμνοι Τριωδίου