«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Σάββατο 7 Ιουλίου 2018

Τῆς Ἁγίας Μεγαλομάρτυρος Κυριακῆς




Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Κυρίων τὸν Κύριον, καὶ Βασιλέα Χριστόν, 
ἐξ ὅλης ἠγάπησας, Κυριακή τῆς ψυχῆς, 
καὶ χαίρουσα ἤθλησας· 
ὅθεν Παρθενομάρτυς, παρ’ αὐτοῦ δοξασθεῖσα, 
βρύεις τοὶς σὲ τιμῶσιν, ἰαμάτων τὴν χάριν, 
τοῖς πᾶσιν αἰτουμένη, πταισμάτων συγχώρησιν.

Κοντάκιον  Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Ἡ Μάρτυς Χριστοῦ, ἡμᾶς συνεκαλέσατο, 
τοὺς ἄθλους αὐτῆς, τοὺς θείους καὶ παλαίσματα, 
ἐγκωμίοις ᾆσαι νῦν· φερωνύμως γὰρ αὕτη πέφηνεν, 
ὡς ἀνδρεία τῷ φρονήματι, κυρία νοός τε καὶ παθῶν ἀπρεπῶν.

Μεγαλυνάριον.
Κύριον ποθοῦσα Κυριακή, 
τὸν ὡραῖον κάλλει, παρὰ πάντας τοὺς γηγενεῖς,
τούτῳ ἐνυμφεύθης, ἀθλητικοῖς ἀγῶσιν, 
ὡς Μάρτυς Ἀθληφόρος, καὶ καλλιπάρθενος.


Πηγή: synaxarion.gr