«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Σάββατο 1 Σεπτεμβρίου 2018

Τῶν Ἁγίων 40 Παρθενομαρτύρων


Στιχηρὰ ἰδιόμελα τῶν ἁγίων. Ἦχος α΄.
Εὐφραίνονται ἐν πόλῳ οἱ χοροὶ τῶν ἁγίων, 
ὅσιοι καὶ μάρτυρες πανηγυρίζουσι· 
τεσσαράκοντα γὰρ κόραι ἀσκήσει καὶ ἀθλήσει λελαμπρυσμέναι
 σὺν τῷ διδασκάλῳ αὐτῶν 'Αμμοὺν 
τὸν ὄφιν κατεπάτησαν καὶ νικηφόροι εἰσῆλθον 
εἰς παστάδα οὐράνιον· 
αὐτῶν πρεσβείαις, Κύριε, 
τὴν εἰρήνην δώρησαι τῷ κόσμῳ σου 
καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
῏Ηχος β΄.
Δεῦτε, ἅπαντες πιστοί, 
τὴν μνήμην τῶν ὁσιομαρτύρων τελέσωμεν· 
τῇ ἀσκήσει γὰρ ὁσίως ἀγωνισάμεναι 
ἄσβεστον ἐτήρησαν τὴν λαμπάδα 
καὶ φαιδρῶς συνεισῆλθον εἰς νυμφῶνα οὐράνιον· 
διὸ παριστάμεναι τῷ θρόνῳ τοῦ Παντάνακτος 
ἐκτενῶς πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
῏Ηχος γ΄.
Εὐφραινέσθω ὁ λαὸς Κυρίου ἐπὶ τῇ μνήμῃ τῶν ἁγίων· 
καὶ μεγαλύνθητι, ἡ 'Εκκλησία, ἐπὶ τῇ νίκῃ τῶν ἀθληφόρων· 
πᾶσαν πλάνην γὰρ τῶν εἰδώλων πατήσασαι 
τὸν Χριστὸν γενναίως ὡμολόγησαν· 
οὐ τὸ πῦρ ἐδειλίασαν, οὐ τὸ ξίφος, 
οὐ πᾶσαν ἄλλην βάσανον· 
ἔνδον γὰρ τῇ καρδίᾳ αὐτῶν 
ἐλάλει ἡ χάρις τοῦ Παρακλήτου· 
διὸ νομίμως ἀθλήσασαι καὶ στεφανωθεῖσαι 
ἱκετεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος πλ. β΄.
Μελωδικῶς εὐφημήσωμεν, πιστοί, 
τῶν τεσσαράκοντα παρθένων καὶ μαρτύρων 
σήμερον τὴν μνήμην καὶ ἐναρμόνιον μέλος
ᾄδοντες εἴπωμεν· χαίρετε 'Αδαμαντίνη, '
Αθηνᾶ, 'Ακριβή, 'Αντιγόνη καὶ 'Αριβοία· 
χαίρετε 'Ασπασία, 'Αφροδίτη, Διόνη, 
Δωδώνη, 'Ελπινίκη, 'Ερασμία, 'Ερατώ, 
'Ερμηνεία καὶ Εὐτέρπη· 
χαίρετε Θάλεια, Θεανώ, Θεανόη, 
Θεονύμφη καὶ Θεοφάνη, Καλλιρρόη, 
Καλλίστη καὶ Κλειώ, Κλεονίκη, 
Κλεοπάτρα καὶ Κοραλία· 
χαίρετε Λάμπρω, Μαργαρίτα, Μαριάνθη,
Μελπομένη, Μόσχω, Οὐρανία, 
Πανδώρα καὶ Πηνελόπη· 
χαίρετε Πολυμνία, Πολυνίκη, Σαπφώ, 
Τερψιχόρη καὶ Τρωάς, Χάιδω καὶ Χαρίκλεια· 
πάρεστε δὲ μέσον ἡμῶν ἀοράτως ἀντιδοῦσαι ἡμῖν 
τὸ τοῦ Κυρίου μέγα καὶ πλούσιον ἔλεος.
Πηγή: http://glt.goarch.org