Κάθισμα
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ
ἐν Ἰορδάνῃ ποταμῷ, δεῦτε
ἀντλήσωμεν πιστοί,
ὕδωρ ἀφέσεως τῶν ἁμαρτιῶν ἡμῶν·
Χριστὸς γὰρ ἐν σαρκὶ
ἐπεδήμησε,
τὸ πρόβατον ζητῶν τὸ θηριάλωτον,
καὶ ἀνευρὼν εἰσήγαγεν ὡς
εὔσπλαγχνος,
εἰς τὸν Παράδεισον αὖθις.
Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ,
καὶ
τὸν κόσμον ἐφώτισε.
Πηγή: Μηναῖον Ἰανουαρίου σελ. 187 & glt.goarch.org