Κανών α', ᾨδὴ ε', ὁ Προεόρτιος
Ἦχος α' - Θεὸς ὢν εἰρήνης
Ἦχος α' - Θεὸς ὢν εἰρήνης
Τὸ φῶς τὸ ἄδυτον, λάμψον Χριστέ,
ταῖς καρδίαις τῶν πίστει ὑμνούντων
σε,
εἰρήνην σου δωρούμενος, ἡμῖν τὴν ὑπὲρ νοῦν·
ὅπως ἐξ ἀγνωσίας,
νυκτὸς πρὸς τὴν ἡμέραν,
τῶν ἐντολῶν σου τρέχοντες, δοξολογῶμέν σε
φιλάνθρωπε».
Εἰρήνης ὑπάρχων, Χριστὲ Βασιλεύς,
Εἰρήνης ὑπάρχων, Χριστὲ Βασιλεύς,
τὸ τῆς ἔχθρας
μεσότοιχον ἔλυσας,
σαρκὸς ἐν ὁμοιώματι, φανεὶς ἐπὶ τῆς γῆς·
ὅθεν τὴν
ἔλευσίν σου, ἰδὼν ὁ Ἰωάννης,
κατεπλήττετο φόβῳ, χειροθετεῖν σε
κελευόμενος.
Δρακόντων τάς κάρας, συντρίψαι Χριστός,
Δρακόντων τάς κάρας, συντρίψαι Χριστός,
ἐπειγόμενος
νῦν παραγίνεται,
τοῖς ὕδασι καὶ τρέμοντι, βοᾷ τῷ Βαπτιστῇ.
Ἔκτεινόν σου
τὴν χεῖρα, καὶ ἅψαι κορυφῆς μου,
καὶ δειλίαν ἀπόθου, ἐπιτελῶν τὸ
προσταττόμενον.
Ἐδήλου Προφήτης, τὴν χάριν ποτέ,
Ἐδήλου Προφήτης, τὴν χάριν ποτέ,
τοῦ Βαπτίσματος
θείῳ ἐν Πνεύματι πατάξας Ἰορδάνια,
τὰ ῥεῖθρα μηλωτῇ, ἅτινα διῃρέθη,
ἡμῖν
ὀδοποιοῦντας, ἀναγέννησιν θείαν,
τοῦ ἐν αὐτοῖς ἐπιφανέντος Χριστοῦ.
Πηγή: ἐδῶ