«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Κυριακή 10 Φεβρουαρίου 2019

Τοῦ Ἁγίου Ἱερομάρτυρος Χαραλάμπους τοῦ θαυματουργοῦ


Δοξαστικὸν.Ἦχος δ'.
 
Τὸν νοερὸν ἀδάμαντα, 
τῆς ὑπομονῆς ἀδελφοί, 
τὸν γενναιότατον ἀθλητήν,
 τὸν δυσὶ στέμμασι κατεστεμμένον, 
Ἱερωσύνης καὶ ἀθλήσεως, 
παρὰ τῆς δεξιᾶς τοῦ παντάνακτος Θεοῦ, 
Χαραλάμπη, 
τὸν ἐν Μάρτυσι μέγιστον εὐφημήσωμεν· 
Οὗτος γὰρ τὸν ἀλάστορα καταπαλαίσας, 
τρόπαιον μέγα κατὰ πλάνης ἀνεστήσατο. 
Καὶ νῦν ἐν οὐρανοῖς τόν Θεὸν ἐξαιτεῖται, 
ἄφεσιν ἁμαρτιῶν ἡμῖν παρασχεῖν, 
καὶ παντοίων νόσων ἀπαλλαγήν, 
τοῖς θερμῶς προστρέχουσιν αὐτῷ, 
καὶ τὴν ἁγίαν αὐτοῦ Κάραν εὐλαβῶς ἀσπαζομένοις, 
καὶ τὴν ἐτήσιον αὐτοῦ μνήμην μετὰ πόθου τελοῦσι, 
καὶ αἰτουμένοις δι' αὐτοῦ τὸν Θεὸν ἱλασμόν, 
καὶ τὸ μέγα ἔλεος.
 
Θεοτοκίον
Ἦχος δ'
Ἐκ παντοίων κινδύνων 
τοὺς δούλους σου φύλαττε, 
εὐλογημένη Θεοτόκε, 
ἵνα σε δοξάζωμεν, 
τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν. 

Πηγές: Μηναῖον Φεβρουαρίου &  http://glt.goarch.org/